Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1160οἴμοι μοι.
ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
ὦ δεινοτάτας, οἴμοι μοι,
πεμφθεὶς κελεύθους, φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας:
ἀπώλεσας δῆτ᾽, ὦ κασίγνητον κάρα.
1165τοιγὰρ σὺ δέξαι μ᾽ ἐς τὸ σὸν τόδε στέγος,
τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
ναίω τὸ λοιπόν: καὶ γὰρ ἡνίκ᾽ ἦσθ᾽ ἄνω,
ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
1170τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.