previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες εἶτ᾽ ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
55 καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
τί γάρ με λυπεῖ τοῦθ᾽, ὅταν λόγῳ θανὼν
60ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνῄσκοντας: εἶθ᾽, ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον:
65ὡς κἄμ᾽ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
δεδορκότ᾽ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
ἀλλ᾽, πατρῴα γῆ θεοί τ᾽ ἐγχώριοι,
δέξασθέ μ᾽ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τ᾽, πατρῷον δῶμα: σοῦ γὰρ ἔρχομαι
70δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος:
καὶ μή μ᾽ ἄτιμον τῆσδ᾽ ἀποστείλητε γῆς,
ἀλλ᾽ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
εἴρηκα μέν νυν ταῦτα: σοὶ δ᾽ ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
75νὼ δ᾽ ἔξιμεν: καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
μέγιστος ἔργου παντός ἐστ᾽ ἐπιστάτης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: