previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

φεῦ φεῦ: τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
765πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.

Κλυταιμνήστρα

Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ᾽ ἔχει,
εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.

Παιδαγωγός

τί δ᾽ ὧδ᾽ ἀθυμεῖς, γύναι, τῷ νῦν λόγῳ;

Κλυταιμνήστρα

770δεινὸν τὸ τίκτειν ἐστίν: οὐδὲ γὰρ κακῶς
πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.

Παιδαγωγός

μάτην ἄρ᾽ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.

Κλυταιμνήστρα

οὔτοι μάτην γε: πῶς γὰρ ἂν μάτην λέγοις,
εἴ μοι θανόντος πίστ᾽ ἔχων τεκμήρια
775προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
ἀπεξενοῦτο καί μ᾽, ἐπεὶ τῆσδε χθονὸς
ἐξῆλθεν, οὐκέτ᾽ εἶδεν, ἐγκαλῶν δέ μοι
φόνους πατρῴους δείν᾽ ἐπηπείλει τελεῖν;
780ὥστ᾽ οὔτε νυκτὸς ὕπνον οὔτ᾽ ἐξ ἡμέρας
ἐμὲ στεγάζειν ἡδύν, ἀλλ᾽ προστατῶν
χρόνος διῆγέ μ᾽ αἰὲν ὡς θανουμένην.
νῦν δ᾽ἡμέρᾳ γὰρ τῇδ᾽ ἀπήλλαγμαι φόβου
πρὸς τῆσδ᾽ ἐκείνου θ᾽: ἥδε γὰρ μείζων βλάβη
785ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσ᾽ ἀεὶ
ψυχῆς ἄκρατον αἷμανῦν δ᾽ ἕκηλά που
τῶν τῆσδ᾽ ἀπειλῶν οὕνεχ᾽ ἡμερεύσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 164
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.1.2
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: