previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

ἄκουε δή νυν βεβούλευμαι ποεῖν.
παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ᾽ Ἅιδης λαβὼν
950ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
ἐγὼ δ᾽ ἕως μὲν τὸν κασίγνητον βίῳ
θάλλοντ᾽ ἔτ᾽ εἰσήκουον, εἶχον ἐλπίδας
φόνου ποτ᾽ αὐτὸν πράκτορ᾽ ἵξεσθαι πατρός:
νῦν δ᾽ ἡνίκ᾽ οὐκέτ᾽ ἔστιν, εἰς σὲ δὴ βλέπω,
955ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
ξὺν τῇδ᾽ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν
Αἴγισθον: οὐδὲν γάρ σε δεῖ κρύπτειν μ᾽ ἔτι.
ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν᾽ ἐλπίδων
βλέψασ᾽ ἔτ᾽ ὀρθήν; πάρεστι μὲν στένειν
960πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
πάρεστι δ᾽ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
καὶ τῶνδε μέντοι μηκέτ᾽ ἐλπίσῃς ὅπως
τεύξει ποτ᾽: οὐ γὰρ ὧδ᾽ ἄβουλός ἐστ᾽ ἀνὴρ
965Αἴγισθος ὥστε σόν ποτ᾽ κἀμὸν γένος
βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
ἀλλ᾽ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
θανόντος οἴσει τοῦ κασιγνήτου θ᾽ ἅμα:
970ἔπειτα δ᾽, ὥσπερ ἐξέφυς, ἐλευθέρα
καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
τεύξει: φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ᾽ ἐμοί;
975τίς γάρ ποτ᾽ ἀστῶν ξένων ἡμᾶς ἰδὼν
τοιοῖσδ᾽ ἐπαίνοις οὐχὶ δεξιώσεται:
ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
980ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου:
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
τώδ᾽ ἔν θ᾽ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
τιμᾶν ἅπαντας οὕνεκ᾽ ἀνδρείας χρεών.
τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
985ζώσαιν θανούσαιν θ᾽ ὥστε μὴ 'κλιπεῖν κλέος.
ἀλλ᾽, φίλη, πείσθητι, συμπόνει πατρί,
σύγκαμν᾽ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ᾽ ὅτι
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: