Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐξάγγελος
ὦ γῆς μέγιστα τῆσδ᾽ ἀεὶ τιμώμενοι,
οἷ᾽, ἔργ᾽ ἀκούσεσθ᾽, οἷα δ᾽ εἰσόψεσθ᾽, ὅσον δ᾽
1225ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
οἶμαι γὰρ οὔτ᾽ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ᾽ αὐτίκ᾽ εἰς τὸ φῶς φανεῖ κακὰ
1230ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν
μάλιστα λυποῦσ᾽ αἳ φανῶσ᾽ αὐθαίρετοι. Χορός
λείπει μὲν οὐδ᾽ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ
βαρύστον᾽ εἶναι: πρὸς δ᾽ ἐκείνοισιν τί φῄς; Ἐξάγγελος
ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
1235μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. Χορός
ὦ δυστάλαινα, πρὸς τίνος ποτ᾽ αἰτίας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.