previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

1380 δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;

Νεοπτόλεμος

σοί τε κἀμοὶ λῷσθ᾽ ὁρῶ τελούμενα.

Φιλοκτήτης

καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;

Νεοπτόλεμος

πῶς γάρ τις αἰσχύνοιτ᾽ ἂν ὠφελῶν φίλους:

Φιλοκτήτης

λέγεις δ᾽ Ἀτρείδαις ὄφελος 'π᾽ ἐμοὶ τόδε;

Νεοπτόλεμος

1385σοί που, φίλος γ᾽ ὤν, χὠ λόγος τοιόσδε μου.

Φιλοκτήτης

πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ᾽ ἐκδοῦναι θέλεις;

Νεοπτόλεμος

τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.

Φιλοκτήτης

ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.

Νεοπτόλεμος

οὔκουν ἔγωγε: φημὶ δ᾽ οὔ σε μανθάνειν.

Φιλοκτήτης

1390ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;

Νεοπτόλεμος

ἀλλ᾽ ἐκβαλόντες εἰ πάλιν σώσουσ᾽ ὅρα.

Φιλοκτήτης

οὐδέποθ᾽ ἑκόντα γ᾽ ὥστε τὴν Τροίαν ἰδεῖν.

Νεοπτόλεμος

τί δῆτ᾽ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ᾽ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
1395ὡς ῥᾷστ᾽ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.

Φιλοκτήτης

ἔα με πάσχειν ταῦθ᾽ ἅπερ παθεῖν με δεῖ:
δ᾽ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
1400καὶ μὴ βράδυνε μηδ᾽ ἐπιμνησθῇς ἔτι
Τροίας: ἅλις γάρ μοι τεθρήνηται γόοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: