previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

Φιλοκτήτης

255 πόλλ᾽ ἐγὼ μοχθηρός, πικρὸς θεοῖς,
οὗ μηδὲ κληδὼν ὧδ᾽ ἔχοντος οἴκαδε
μηδ᾽ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
ἀλλ᾽ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
γελῶσι σῖγ᾽ ἔχοντες, δ᾽ ἐμὴ νόσος
260ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
τέκνον, παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδ᾽ εἴμ᾽ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
265δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ
ἔρριψαν αἰσχρῶς ὧδ᾽ ἔρημον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
πληγέντ᾽ ἐχίδνης ἀγρίῳ χαράγματι:
ξὺν μ᾽ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντ᾽ ἔρημον, ἡνίκ᾽ ἐκ τῆς ποντίας
270Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
τότ᾽ ἄσμενοί μ᾽ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντ᾽ ἐπ᾽ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθ᾽, οἷα φωτὶ δυσμόρῳ
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
275ἐπωφέλημα σμικρόν, οἷ᾽ αὐτοῖς τύχοι.
σὺ δή, τέκνον, ποίαν μ᾽ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
ποῖ᾽ ἐκδακρῦσαι, ποῖ᾽ ἀποιμῶξαι κακά;
ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
280πάσας βεβώσας, ἄνδρα δ᾽ οὐδέν᾽ ἔντοπον,
οὐχ ὅστις ἀρκέσειεν οὐδ᾽ ὅστις νόσου
κάμνοντι συλλάβοιτο: πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐμάρειαν, τέκνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 266
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 9.101
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: