previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔμπορος

λέγω. 'πὶ τοῦτον ἄνδρε τώδ᾽ ὥπερ κλύεις,
Τυδέως παῖς τ᾽ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν μὴν λόγῳ
πείσαντες ἄξειν πρὸς ἰσχύος κράτος.
595καὶ ταῦτ᾽ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος: οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.

Νεοπτόλεμος

τίνος δ᾽ Ἀτρεῖδαι τοῦδ᾽ ἄγαν οὕτω χρόνῳ
τοσῷδ᾽ ἐπεστρέφοντο πράγματος χάριν,
600ὅν γ᾽ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
τίς πόθος αὐτοὺς ἵκετ᾽; θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργ᾽ ἀμύνουσιν κακά;

Ἔμπορος

ἐγώ σε τοῦτ᾽, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
605Πριάμου μὲν υἱός, ὄνομα δ᾽ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
πάντ᾽ ἀκούων αἰσχρὰ καὶ λωβήτ᾽ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε: δέσμιόν τ᾽ ἄγων
ἔδειξ᾽ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν:
610ὃς δὴ τά τ᾽ ἄλλ᾽ αὐτοῖσι πάντ᾽ ἐθέσπισεν
καὶ τἀπὶ Τροίᾳ πέργαμ᾽ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ᾽ ἐφ᾽ ἧς ναίει τανῦν.
καὶ ταῦθ᾽ ὅπως ἤκουσ᾽ Λαέρτου τόκος
615τὸν μάντιν εἰπόντ᾽, εὐθέως ὑπέσχετο
τὸν ἄνδρ᾽ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων:
οἴοιτο μὲν μάλισθ᾽ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ᾽, ἄκοντα: καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620ἤκουσας, παῖ, πάντα: τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.

Φιλοκτήτης

οἴμοι τάλας: κεῖνος, πᾶσα βλάβη,
ἔμ᾽ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
625πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.

Ἔμπορος

οὐκ οἶδ᾽ ἐγὼ ταῦτ᾽: ἀλλ᾽ ἐγὼ μὲν εἶμ᾽ ἐπὶ
ναῦν, σφῷν δ᾽ ὅπως ἄριστα συμφέροι θεός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (3 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 260
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1130
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 503
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: