previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Νεοπτόλεμος

865σιγᾶν κελεύω μηδ᾽ ἀφεστάναι φρενῶν:
κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.

Φιλοκτήτης

φέγγος ὕπνου διάδοχον τό τ᾽ ἐλπίδων
ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
οὐ γάρ ποτ᾽, παῖ, τοῦτ᾽ ἂν ἐξηύχησ᾽ ἐγώ,
870τλῆναί σ᾽ ἐλεινῶς ὧδε τἀμὰ πήματα
μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
οὔκουν Ἀτρεῖδαι τοῦτ᾽ ἔτλησαν εὐφόρως
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
ἀλλ᾽ εὐγενὴς γὰρ φύσις κἀξ εὐγενῶν,
875 τέκνον, σή, πάντα ταῦτ᾽ ἐν εὐχερεῖ
ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
σύ μ᾽ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
880ἵν᾽, ἡνίκ᾽ ἂν κόπος μ᾽ ἀπαλλάξῃ ποτέ,
ὁρμώμεθ᾽ ἐς ναῦν μηδ᾽ ἐπίσχωμεν τὸ πλεῖν.

Νεοπτόλεμος

ἀλλ᾽ ἥδομαι μέν σ᾽ εἰσιδὼν παρ᾽ ἐλπίδα
ἀνώδυνον βλέποντα κἀμπνέοντ᾽ ἔτι:
ὡς οὐκέτ᾽ ὄντος γὰρ τὰ συμβόλαιά σου
885πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
νῦν δ᾽ αἶρε σαυτόν: εἰ δέ σοι μᾶλλον φίλον,
οἴσουσί σ᾽ οἵδε: τοῦ πόνου γὰρ οὐκ ὄκνος,
ἐπείπερ οὕτω σοί τ᾽ ἔδοξ᾽ ἐμοί τε δρᾶν.

Φιλοκτήτης

αἰνῶ τάδ᾽, παῖ, καί μ᾽ ἔπαιρ᾽, ὥσπερ νοεῖς:
890τούτους δ᾽ ἔασον, μὴ βαρυνθῶσιν κακῇ
ὀσμῇ πρὸ τοῦ δέοντος: οὑπὶ νηὶ γὰρ
ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: