previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὕλλος

1230οἴμοι: τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,
τὸ δ᾽ ὧδ᾽ ὁρᾶν φρονοῦντα τίς ποτ᾽ ἂν φέροι;

Ἡρακλῆς

ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.

Ὕλλος

τίς γάρ ποθ᾽, μοι μητρὶ μὲν θανεῖν μόνη
μεταίτιος σοί τ᾽ αὖθις ὡς ἔχεις ἔχειν,
1235τίς ταῦτ᾽ ἄν, ὅστις μὴ 'ξ ἀλαστόρων νοσοῖ,
ἕλοιτο; κρεῖσσον κἀμέ γ᾽, πάτερ, θανεῖν
τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.

Ἡρακλῆς

ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ
φθίνοντι μοῖραν: ἀλλά τοι θεῶν ἀρὰ
1240μενεῖ σ᾽ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.

Ὕλλος

ὤμοι, τάχ᾽, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.

Ἡρακλῆς

σὺ γάρ μ᾽ ἀπ᾽ εὐνασθέντος ἐκκινεῖς κακοῦ.

Ὕλλος

δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.

Ἡρακλῆς

οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.

Ὕλλος

1245ἀλλ᾽ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;

Ἡρακλῆς

οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.

Ὕλλος

πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;

Ἡρακλῆς

ἔγωγε: τούτων μάρτυρας καλῶ θεούς.

Ὕλλος

τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν
1250θεοῖσι δεικνὺς ἔργον: οὐ γὰρ ἄν ποτε
κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.

Ἡρακλῆς

καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν
ταχεῖαν, παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
σπαραγμὸν τιν᾽ οἶστρον, ἐς πυράν με θῇς.
1255ἄγ᾽ ἐγκονεῖτ᾽, αἴρεσθε: παῦλά τοι κακῶν
αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

Ὕλλος

ἀλλ᾽ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,
ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: