previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δηιάνειρα

πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
πάθημα τοὐμόν: ὡς δ᾽ ἐγὼ θυμοφθορῶ,
μήτ᾽ ἐκμάθοις παθοῦσα νῦν τ᾽ ἄπειρος εἶ.
τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
145χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ
οὐδ᾽ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλ᾽ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθ᾽ ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ λάβῃ τ᾽ ἐν νυκτὶ φροντίδων μέρος,
150ἤτοι πρὸς ἀνδρὸς τέκνων φοβουμένη.
τότ᾽ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
πάθη μὲν οὖν δὴ πόλλ᾽ ἔγωγ᾽ ἐκλαυσάμην:
ἓν δ᾽, οἷον οὔπω πρόσθεν, αὐτίκ᾽ ἐξερῶ.
155ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
ὡρμᾶτ᾽ ἀπ᾽ οἴκων Ἡρακλῆς, τότ᾽ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθ᾽, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
160ἀλλ᾽ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
νῦν δ᾽ ὡς ἔτ᾽ οὐκ ὢν εἶπε μὲν λέχους τι
χρείη μ᾽ ἑλέσθαι κτῆσιν εἶπε δ᾽ ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
165χώρας ἀπείη κἀνιαύσιον βεβώς,
τότ᾽ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
τοῦθ᾽ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
τοιαῦτ᾽ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
170τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών:
175ὥσθ᾽ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ
φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
πάντων ἀρίστου φωτὸς ἐστερημένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 562
    • Walter Leaf, Commentary on the Iliad (1900), 1.31
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: