previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δηιάνειρα

225ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ᾽ ὄμματος
φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον:
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.

Λίχας

ἀλλ᾽ εὖ μὲν ἵγμεθ᾽, εὖ δὲ προσφωνούμεθα,
230γύναι, κατ᾽ ἔργου κτῆσιν: ἄνδρα γὰρ καλῶς
πράσσοντ᾽ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.

Δηιάνειρα

φίλτατ᾽ ἀνδρῶν, πρῶθ᾽ πρῶτα βούλομαι
δίδαξον, εἰ ζῶνθ᾽ Ἡρακλῆ προσδέξομαι.

Λίχας

ἔγωγέ τοι σφ᾽ ἔλειπον ἰσχύοντά τε
235καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.

Δηιάνειρα

ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.

Λίχας

ἀκτή τις ἔστ᾽ Εὐβοιίς, ἔνθ᾽ ὁρίζεται
βωμοὺς τέλη τ᾽ ἔγκαρπα Κηναίῳ Διί.

Δηιάνειρα

εὐκταῖα φαίνων ἀπὸ μαντείας τινός;

Λίχας

240εὐχαῖς ὅθ᾽ ᾕρει τῶνδ᾽ ἀνάστατον δορὶ
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.

Δηιάνειρα

αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ᾽ εἰσὶ καὶ τίνες;
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.

Λίχας

ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
245ἐξείλεθ᾽ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.

Δηιάνειρα

κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 762
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: