previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


270ὡς ἵκετ᾽ αὖθις Ἴφιτος Τιρυνθίαν
πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
τότ᾽ ἄλλοσ᾽ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
ἔχοντ᾽, ἀπ᾽ ἄκρας ἧκε πυργώδους πλακός.
ἔργου δ᾽ ἕκατι τοῦδε μηνίσας ἄναξ
275 τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος
πρατόν νιν ἐξέπεμψεν οὐδ᾽ ἠνέσχετο,
ὁθούνεκ᾽ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν: εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ:
280ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
κεῖνοι δ᾽ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσ᾽ οἰκήτορες,
πόλις δὲ δούλη: τάσδε δ᾽ ἅσπερ εἰσορᾷς
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
285χωροῦσι πρὸς σέ: ταῦτα γὰρ πόσις τε σὸς
ἐφεῖτ᾽, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
αὐτὸν δ᾽ ἐκεῖνον, εὖτ᾽ ἂν ἁγνὰ θύματα
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
φρόνει νιν ὡς ἥξοντα: τοῦτο γὰρ λόγου
290πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: