previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λίχας

τί χρή, γύναι, μολόντα μ᾽ Ἡρακλεῖ λέγειν;
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.

Δηιάνειρα

395ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
ᾁσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.

Λίχας

ἀλλ᾽ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ᾽ ἐγώ.

Δηιάνειρα

καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;

Λίχας

ἴστω μέγας Ζεύς, ὧν γ᾽ ἂν ἐξειδὼς κυρῶ.

Δηιάνειρα

400τίς γυνὴ δῆτ᾽ ἐστὶν ἣν ἥκεις ἄγων;

Λίχας

Εὐβοιίς: ὧν δ᾽ ἔβλαστεν οὐκ ἔχω λέγειν.

Ἄγγελος

οὗτος, βλέφ᾽ ὧδε: πρὸς τίν᾽ ἐννέπειν δοκεῖς;

Λίχας

σὺ δ᾽ εἰς τί δή με τοῦτ᾽ ἐρωτήσας ἔχεις;

Ἄγγελος

τόλμησον εἰπεῖν, εἰ φρονεῖς, σ᾽ ἱστορῶ.

Λίχας

405πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
κόρην δάμαρτά θ᾽ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.

Ἄγγελος

τοῦτ᾽ αὔτ᾽ ἔχρῃζον, τοῦτό σου μαθεῖν: λέγεις δέσποιναν εἶναι τήνδε σήν;

Λίχας
δίκαια γάρ.

Ἄγγελος

410τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,
ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

Λίχας

πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;

Ἄγγελος

οὐδέν: σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.

Λίχας

ἄπειμι: μῶρος δ᾽ πάλαι κλύων σέθεν.

Ἄγγελος

415οὔ, πρίν γ᾽ ἂν εἴπῃς ἱστορούμενος βραχύ.

Λίχας

λέγ᾽, εἴ τι χρῄζεις: καὶ γὰρ οὐ σιγηλὸς εἶ.

Ἄγγελος

τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;

Λίχας
φημί: πρὸς τί δ᾽ ἱστορεῖς;

Ἄγγελος

οὔκουν σὺ ταύτην, ἣν ὑπ᾽ ἀγνοίας ὁρᾷς,
420Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;

Λίχας

ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
σοὶ μαρτυρήσει ταῦτ᾽ ἐμοῦ κλύειν πάρα;

Ἄγγελος

πολλοῖσιν ἀστῶν: ἐν μέσῃ Τραχινίων
ἀγορᾷ πολύς σου ταῦτά γ᾽ εἰσήκουσ᾽ ὄχλος.

Λίχας

425κλύειν γ᾽ ἔφασκον: ταὐτὸ δ᾽ οὐχὶ γίγνεται
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

Ἄγγελος

ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
δάμαρτ᾽ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

Λίχας

ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη
430δέσποινα, τόνδε τίς ποτ᾽ ἐστὶν ξένος.

Ἄγγελος

ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ
πόλις δαμείη πᾶσα, κοὐχ Λυδία
πέρσειεν αὐτήν, ἀλλ᾽ τῆσδ᾽ ἔρως φανείς.

Λίχας

ἅνθρωπος, δέσποιν᾽, ἀποστήτω: τὸ γὰρ
435νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: