previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

470πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ
γυναικὶ τῇδε κἀπ᾽ ἐμοῦ κτήσει χάριν.

Λίχας

ἀλλ᾽, φίλη δέσποιν᾽, ἐπεί σε μανθάνω
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
475ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.
ταύτης δεινὸς ἵμερός ποθ᾽ Ἡρακλῆ
διῆλθε, καὶ τῆσδ᾽ εἵνεχ᾽ πολύφθορος
καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
480οὔτ᾽ εἶπε κρύπτειν οὔτ᾽ ἀπηρνήθη ποτέ,
ἀλλ᾽ αὐτός, δέσποινα, δειμαίνων τὸ σὸν
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
ἥμαρτον, εἴ τι τήνδ᾽ ἁμαρτίαν νέμεις.
ἐπεί γε μὲν δὴ πάντ᾽ ἐπίστασαι λόγον,
485κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
οὓς εἶπας ἐς τήνδ᾽, ἐμπέδως εἰρηκέναι:
ὡς τἄλλ᾽ ἐκεῖνος πάντ᾽ ἀριστεύων χεροῖν
τοῦ τῆσδ᾽ ἔρωτος εἰς ἅπανθ᾽ ἥσσων ἔφυ.

Δηιάνειρα

490ἀλλ᾽ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
κοὔτοι νόσον γ᾽ ἐπακτὸν ἐξαρούμεθα,
θεοῖσι δυσμαχοῦντες. ἀλλ᾽ εἴσω στέγης
χωρῶμεν, ὡς λόγων τ᾽ ἐπιστολὰς φέρῃς,
τ᾽ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
495καὶ ταῦτ᾽ ἄγῃς: κενὸν γὰρ οὐ δίκαιά σε
χωρεῖν προσελθόνθ᾽ ὧδε σὺν πολλῷ στόλῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1088
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 10
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: