previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δηιάνειρα

ἦμος, φίλαι, κατ᾽ οἶκον ξένος θροεῖ
ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ᾽ ἐξόδῳ,
τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,
τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
535τὰ δ᾽ οἷα πάσχω συγκατοικτιουμένη.
κόρην γάρ, οἶμαι δ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἐζευγμένην,
παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,
λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.
καὶ νῦν δύ᾽ οὖσαι μίμνομεν μιᾶς ὑπὸ
540χλαίνης ὑπαγκάλισμα. τοιάδ᾽ Ἡρακλῆς,
πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,
οἰκούρι᾽ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.
ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι
νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ:
545τὸ δ᾽ αὖ ξυνοικεῖν τῇδ᾽ ὁμοῦ τίς ἂν γυνὴ
δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,
τὴν δὲ φθίνουσαν: ὧν ἀφαρπάζειν φιλεῖ
ὀφθαλμὸς ἄνθος, τῶν δ᾽ ὑπεκτρέπει πόδα.
550ταῦτ᾽ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς
ἐμὸς καλῆται, τῆς νεωτέρας δ᾽ ἀνήρ.
ἀλλ᾽ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν
γυναῖκα νοῦν ἔχουσαν: δ᾽ ἔχω, φίλαι,
λυτήριον λώφημα, τῇδ᾽ ὑμῖν φράσω.
555ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ
θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,
παῖς ἔτ᾽ οὖσα τοῦ δασυστέρνου παρὰ
Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,
ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς
560μισθοῦ 'πόρευε χερσίν, οὔτε πομπίμοις
κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,
φέρων ἐπ᾽ ὤμοις, ἡνίκ᾽ μέσῳ πόρῳ,
565ψαύει ματαίαις χερσίν: ἐκ δ᾽ ἤυσ᾽ ἐγώ,
χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν
ἧκεν κομήτην ἰόν: ἐς δὲ πλεύμονας
στέρνων διερροίζησεν. ἐκθνῄσκων δ᾽ θὴρ
τοσοῦτον εἶπε: παῖ γέροντος Οἰνέως,
570τοσόνδ᾽ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,
πορθμῶν, ὁθούνεχ᾽ ὑστάτην σ᾽ ἔπεμψ᾽ ἐγώ:
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν
σφαγῶν ἐνέγκῃ χερσίν, μελαγχόλους
ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,
575ἔσται φρενός σοι τοῦτο κηλητήριον
τῆς Ἡρακλείας, ὥστε μήτιν᾽ εἰσιδὼν
στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
τοῦτ᾽ ἐννοήσασ᾽, φίλαι, δόμοις γὰρ ἦν
κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,
580χιτῶνα τόνδ᾽ ἔβαψα, προσβαλοῦσ᾽ ὅσα
ζῶν κεῖνος εἶπε: καὶ πεπείρανται τάδε.
κακὰς δὲ τόλμας μήτ᾽ ἐπισταίμην ἐγὼ
μήτ᾽ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ:
φίλτροις δ᾽ ἐάν πως τήνδ᾽ ὑπερβαλώμεθα
585τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ᾽ Ἡρακλεῖ,
μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
πράσσειν μάταιον: εἰ δὲ μή, πεπαύσομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: