previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δηιάνειρα

Δηιάνειρα

τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,
γυναῖκες, ὑμᾶς θαῦμ᾽ ἀνέλπιστον μαθεῖν.
γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
675ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,
τοῦτ᾽ ἠφάνισται διάβορον πρὸς οὐδενὸς
τῶν ἔνδον, ἀλλ᾽ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
καὶ ψῇ κατ᾽ ἄκρας σπιλάδος: ὡς δ᾽ εἰδῇς ἅπαν,
τοῦτ᾽ ἐπράχθη, μείζον᾽ ἐκτενῶ λόγον.
680ἐγὼ γὰρ ὧν θήρ με Κένταυρος, πονῶν
πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
παρῆκα θεσμῶν οὐδέν, ἀλλ᾽ ἐσῳζόμην
χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
καί μοι τάδ᾽ ἦν πρόρρητα καὶ τοιαῦτ᾽ ἔδρων:
685τὸ φάρμακον τοῦτ᾽ ἄπυρον ἀκτῖνός τ᾽ ἀεὶ
θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
κἄδρων τοιαῦτα. νῦν δ᾽, ὅτ᾽ ἦν ἐργαστέον,
ἔχρισα μὲν κατ᾽ οἶκον ἐν δόμοις κρυφῇ
690μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
κἄθηκα συμπτύξασ᾽ ἀλαμπὲς ἡλίου
κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
εἴσω δ᾽ ἀποστείχουσα δέρκομαι φάτιν
ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
695τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
τῆς οἰός, προύχριον, ἐς μέσην φλόγα,
ἀκτῖν᾽ ἐς ἡλιῶτιν: ὡς δ᾽ ἐθάλπετο,
ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
μορφῇ μάλιστ᾽ εἰκαστὸν ὥστε πρίονος
700ἐκβρώματ᾽ ἂν βλέψειας ἐν τομῇ ξύλου.
τοιόνδε κεῖται προπετές: ἐκ δὲ γῆς, ὅθεν
προύκειτ᾽, ἀναζέουσι θρομβώδεις ἀφροί,
γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
χυθέντος εἰς γῆν Βακχίας ἀπ᾽ ἀμπέλου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: