previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τροφός

ἄγαν γε: μᾶλλον δ᾽, εἰ παροῦσα πλησία
ἔλευσσες οἷ᾽ ἔδρασε, κάρτ᾽ ἂν ᾤκτισας.

Χορός

καὶ ταῦτ᾽ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;

Τροφός

δεινῶς γε: πεύσει δ᾽, ὥστε μαρτυρεῖν ἐμοί.
900ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη
καὶ παῖδ᾽ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
στορνύνθ᾽, ὅπως ἄψορρον ἀντῴη πατρί,
κρύψασ᾽ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ᾽ ὅτι
905γένοιντ᾽ ἔρημοι, 'κλαιε δ᾽ ὀργάνων ὅτου
ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος:
ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,
ἔκλαιεν δύστηνος εἰσορωμένη,
910αὐτὴ τὸν αὑτῆς δαίμον᾽ ἀνακαλουμένη
καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
ἐπεὶ δὲ τῶνδ᾽ ἔληξεν, ἐξαίφνης σφ᾽ ὁρῶ
τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
κἀγὼ λαθραῖον ὄμμ᾽ ἐπεσκιασμένη
915φρούρουν: ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις
τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
ὅπως δ᾽ ἐτέλεσε τοῦτ᾽, ἐπενθοροῦσ᾽ ἄνω
καθέζετ᾽ ἐν μέσοισιν εὐνατηρίοις,
καὶ δακρύων ῥήξασα θερμὰ νάματα
920ἔλεξεν: λέχη τε καὶ νυμφεῖ᾽ ἐμά,
τὸ λοιπὸν ἤδη χαίρεθ᾽, ὡς ἔμ᾽ οὔποτε
δέξεσθ᾽ ἔτ᾽ ἐν κοίταισι ταῖσδ᾽ εὐνάτριαν.
τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
λύει τὸν αὑτῆς πέπλον, χρυσήλατος
925προύκειτο μαστῶν περονίς, ἐκ δ᾽ ἐλώπισεν
πλευρὰν ἅπασαν ὠλένην τ᾽ εὐώνυμον.
κἀγὼ δρομαία βᾶσ᾽, ὅσονπερ ἔσθενον,
τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
κἀν τὸ κεῖσε δεῦρό τ᾽ ἐξορμώμεθα,
930ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ
πλευρὰν ὑφ᾽ ἧπαρ καὶ φρένας πεπληγμένην.
ἰδὼν δ᾽ παῖς ᾤμωξεν: ἔγνω γὰρ τάλας
τοὔργον κατ᾽ ὀργὴν ὡς ἐφάψειεν τόδε,
ὄψ᾽ ἐκδιδαχθεὶς τῶν κατ᾽ οἶκον οὕνεκα
935ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.
κἀνταῦθ᾽ παῖς δύστηνος οὔτ᾽ ὀδυρμάτων
ἐλείπετ᾽ οὐδέν, ἀμφί νιν γοώμενος,
οὔτ᾽ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
πλευρὰν παρεὶς ἔκειτο πόλλ᾽ ἀναστένων,
940ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,
κλαίων ὁθούνεκ᾽ ἐκ δυοῖν ἔσοιθ᾽ ἅμα,
πατρός τ᾽ ἐκείνης τ᾽, ὠρφανισμένος βίον.
τοιαῦτα τἀνθάδ᾽ ἐστίν: ὥστ᾽ εἴ τις δύο
καί τι πλείους ἡμέρας λογίζεται,
945μάταιός ἐστιν: οὐ γὰρ ἔσθ᾽ γ᾽ αὔριον,
πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 728
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: