previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος

180δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων
ὄκνου σε λύσω: τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντ᾽ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντ᾽ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

Δηιάνειρα

τίν᾽ εἶπας, γεραιέ, τόνδε μοι λόγον;

Ἄγγελος

185τάχ᾽ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.

Δηιάνειρα

καὶ τοῦ τόδ᾽ ἀστῶν ξένων μαθὼν λέγεις;

Ἄγγελος

ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
190Λίχας κῆρυξ ταῦτα: τοῦδ᾽ ἐγὼ κλύων
ἀπῇξ᾽, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

Δηιάνειρα

αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;

Ἄγγελος

οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
195κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
κρίνει παραστάς, οὐδ᾽ ἔχει βῆναι πρόσω:
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθ᾽ ἡδονὴν κλύειν.
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν: ὄψει δ᾽ αὐτὸν αὐτίκ᾽ ἐμφανῆ.

Δηιάνειρα

200 Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν᾽ ἔχεις,
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
φωνήσατ᾽, γυναῖκες, αἵ τ᾽ εἴσω στέγης
αἵ τ᾽ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ᾽ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: