previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον. ἐν δὲ τούτῳ θερμῶν τε ὑδάτων εἰσὶν ἐκβολαὶ πρὸς θεραπείαν νόσων εὐφυεῖς, οἷς ἐχρήσατο καὶ Σύλλας Κορνήλιος τῶν Ῥωμαίων ἡγεμών: καὶ μέταλλον δ᾽ ὑπῆρχε θαυμαστὸν χαλκοῦ καὶ σιδήρου κοινόν, ὅπερ οὐχ ἱστοροῦσιν ἀλλαχοῦ συμβαῖνον: νυνὶ μέντοι ἀμφότερα ἐκλέλοιπεν, ὥσπερ καὶ Ἀθήνησι τἀργυρεῖα. ἔστι δὲ καὶ ἅπασα μὲν Εὔβοια εὔσειστος, μάλιστα δ᾽ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ Βοιωτία καὶ ἄλλοι τόποι, περὶ ὧν ἐμνήσθημεν διὰ πλειόνων πρότερον. ὑπὸ τοιοῦδε πάθους καὶ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ Ποντίῳ ΓλαύκῳΕὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς
ἀκτήν, κατ᾽ αὐτὸν τύμβον ἀθλίου Λίχα.
1 Χαλκὶς δ᾽ ὁμωνύμως λέγεται καὶ ἐν ΑἰτωλίᾳΧαλκίδα τ᾽ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν,
2 καὶ ἐν τῇ νῦν Ἠλείᾳβὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσαν
3οἱ περὶ Τηλέμαχον ἀπιόντες παρὰ Νέστορος εἰς τὴν οἰκείαν.

1 Aesch. fr. 30 (Nauck)

2 Hom. Il. 2.640

3 Hom. Od. 15.295

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: