Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25] Ἔφορος δ᾽ οὔ φησι συστρατεῦσαι: Ἀλκμέωνα γὰρ τὸν Ἀμφιάρεω στρατεύσαντα μετὰ Διομήδους καὶ τῶν ἄλλων Ἐπιγόνων καὶ κατορθώσαντα τὸν πρὸς Θηβαίους πόλεμον συνελθεῖν Διομήδει καὶ τιμωρήσασθαι μετ᾽ αὐτοῦ τοὺς Οἰνέως ἐχθρούς, παραδόντα δ᾽ ἐκείνοις τὴν Αἰτωλίαν αὐτὸν εἰς τὴν Ἀκαρνανίαν παρελθεῖν καὶ ταύτην καταστρέφεσθαι. Ἀγαμέμνονα δ᾽ ἐν τούτῳ τοῖς Ἀργείοις ἐπιθέμενον κρατῆσαι ῥᾳδίως, τῶν [p. 650] πλείστων τοῖς περὶ Διομήδη συνακολουθησάντων. μικρὸν δ᾽ ὕστερον ἐπιπεσούσης τῆς ἐπ᾽ Ἴλιον ἐξόδου, δείσαντα μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες οἴκαδε οἱ περὶ τὸν Διομήδη (καὶ γὰρ ἀκούεσθαι μεγάλην περὶ αὐτὸν συνεστραμμένην δύναμιν) κατάσχοιεν τὴν μάλιστα προσήκουσαν αὐτοῖς ἀρχήν (τὸν μὲν γὰρ Ἀδράστου τὸν δὲ τοῦ πατρὸς εἶναι κληρονόμον), ταῦτα δὴ διανοηθέντα καλεῖν αὐτοὺς ἐπί τε τὴν τοῦ Ἄργους ἀπόληψιν καὶ τὴν κοινωνίαν τοῦ πολέμου: τὸν μὲν οὖν Διομήδη πεισθέντα μετασχεῖν τῆς στρατείας, τὸν δὲ Ἀλκμέωνα ἀγανακτοῦντα μὴ φροντίσαι: διὰ δὲ τοῦτο μηδὲ κοινωνῆσαι τῆς στρατείας μόνους τοὺς Ἀκαρνᾶνας τοῖς Ἕλλησι: τούτοις δ᾽, ὡς εἰκός, τοῖς λόγοις ἐπακολουθήσαντες οἱ Ἀκαρνᾶνες σοφίσασθαι λέγονται Ῥωμαίους καὶ τὴν αὐτονομίαν παρ᾽ αὐτῶν ἐξανύσασθαι, λέγοντες ὡς οὐ μετάσχοιεν μόνοι τῆς ἐπὶ τοὺς προγόνους τοὺς ἐκείνων στρατείας: οὔτε γὰρ ἐν τῷ Αἰτωλικῷ καταλόγῳ φράζοιντο οὔτε ἰδίᾳ: οὐδὲ γὰρ ὅλως τοὔνομα τοῦτ᾽ ἐμφέροιτο ἐν τοῖς ἔπεσιν.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.