previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38] λείπεται δὲ τοῦ Πόντου τὰ μεταξὺ ταύτης τε τῆς χώρας καὶ τῆς Ἀμισηνῶν καὶ Σινωπέων, πρός τε τὴν Καππαδοκίαν συντείνοντα καὶ Γαλάτας καὶ Παφλαγόνας. μετὰ μὲν οὖν τὴν Ἀμισηνῶν μέχρι τοῦ Ἅλυος Φαζημωνῖτις ἔστιν, ἣν Πομπήιος Νεαπολῖτιν ὠνόμασε κατὰ Φαζημῶνα κώμην, πόλιν ἀποδείξας τὴν κατοικίαν καὶ προσαγορεύσας Νεάπολιν. ταύτης δὲ τῆς χώρας τὸ μὲν προσάρκτιον πλευρὸν [p. 787] Γαζηλωνῖτις συγκλείει καὶ τῶν Ἀμισηνῶν, τὸ δὲ ἑσπέριον Ἅλυς, τὸ δ᾽ ἑῷον Φανάροια, τὸ δὲ λοιπὸν ἡμετέρα χώρα τῶν Ἀμασέων, πολὺ πασῶν πλείστη καὶ ἀρίστη. τὸ μὲν οὖν πρὸς τῇ Φαναροίᾳ μέρος τῆς Φαζημωνίτιδος λίμνη κατέχει πελαγία τὸ μέγεθος Στιφάνη καλουμένη, πολύοψος καὶ κύκλῳ νομὰς ἀφθόνους ἔχουσα καὶ παντοδαπάς: ἐπίκειται δ᾽ αὐτῇ φρούριον ἐρυμνὸν ἔρημον νῦν Ἰκίζαρι, καὶ πλησίον βασίλειον κατεσκαμμένον: δὲ λοιπὴ ψιλὴ τὸ πλέον καὶ σιτοφόρος χώρα. ὑπέρκειται δὲ τῆς τῶν Ἀμασέων τά τε θερμὰ ὕδατα τῶν Φαζημωνιτῶν ὑγιεινὰ σφόδρα, καὶ τὸ Σαγύλιον ἐπὶ ὄρους ὀρθίου καὶ ὑψηλοῦ πρὸς ὀξεῖαν ἀνατείνοντος ἄκραν ἔρυμα ἱδρυμένον ἔχον καὶ ὑδρεῖον δαψιλές, νῦν ὠλιγώρηται, τοῖς δὲ βασιλεῦσιν ἦν χρήσιμον εἰς πολλά. ἐνταῦθα δὲ ἑάλω καὶ διεφθάρη ὑπὸ τῶν Φαρνάκου τοῦ βασιλέως παίδων Ἀρσάκης, δυναστεύων καὶ νεωτερίζων, ἐπιτρέψαντος οὐδενὸς τῶν ἡγεμόνων: ἑάλω δὲ οὐ βίᾳ τοῦ ἐρύματος ληφθέντος ὑπὸ Πολέμωνος καὶ Λυκομήδους, βασιλέων ἀμφοῖν, ἀλλὰ λιμῷ: ἀνέφυγε γὰρ εἰς τὸ ὄρος παρασκευῆς χωρὶς εἰργόμενος τῶν πεδίων, εὗρε δὲ καὶ τὰ ὑδρεῖα ἐμπεφραγμένα πέτραις ἠλιβάτοις: οὕτω γὰρ διετέτακτο Πομπήιος, κατασπᾶν κελεύσας τὰ φρούρια καὶ μὴ ἐᾶν χρήσιμα τοῖς ἀναφεύγειν εἰς αὐτὰ βουλομένοις λῃστηρίων χάριν. ἐκεῖνος μὲν οὖν οὕτω διέταξε τὴν Φαζημωνῖτιν, οἱ δ᾽ ὕστερον βασιλεῦσι καὶ ταύτην ἔνειμαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: