previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[17]

ἔπταισε δὲ καὶ αὕτη πόλις βίᾳ ληφθεῖσα ὑπὸ Ἀλεξάνδρου. Ἑκατόμνω γὰρ τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ τρεῖς, Μαύσωλος καὶ Ἱδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ὧν τῇ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαύσωλος συνῴκησεν πρεσβύτατος τῶν ἀδελφῶν, δὲ δεύτερος Ἱδριεὺς Ἄδᾳ τῇ ἑτέρᾳ ἀδελφῇ: ἐβασίλευσε δὲ Μαύσωλος: τελευτῶν δ᾽ ἄτεκνος τὴν ἀρχὴν κατέλιπε τῇ γυναικί, ὑφ᾽ ἧς αὐτῷ κατεσκευάσθη λεχθεὶς τάφος: φθίσει δ᾽ ἀποθανούσης διὰ πένθος τοῦ ἀνδρὸς Ἱδριεὺς ἦρξε: καὶ τοῦτον γυνὴ Ἄδα διεδέξατο νόσῳ τελευτήσαντα: ἐξέβαλε δὲ ταύτην Πιξώδαρος, λοιπὸς τῶν Ἑκατόμνω παίδων: περσίσας δὲ μεταπέμπεται σατράπην ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς: ἀπελθόντος δ᾽ ἐκ τοῦ ζῆν καὶ τούτου κατεῖχεν σατράπης τὴν Ἁλικαρνασὸν ἔχων Ἄδαν γυναῖκα, ἥτις θυγάτηρ ἦν Πιξωδάρου ἐξ Ἀφνηίδος Καππαδοκίσσης γυναικός. ἐπελθόντος δὲ Ἀλεξάνδρου πολιορκίαν ὑπέμεινεν, δὲ τοῦ Ἑκατόμνω θυγάτηρ Ἄδα, ἣν Πιξώδαρος ἐξέβαλεν, ἱκετεύει τὸν Ἀλέξανδρον καὶ πείθει κατάγειν αὐτὴν εἰς τὴν ἀφαιρεθεῖσαν βασιλείαν ὑποσχομένη ἐπὶ τὰ ἀφεστῶτα συμπράξειν αὐτῷ: τοὺς γὰρ ἔχοντας οἰκείους ὑπάρχειν αὐτῇ: παρεδίδου δὲ καὶ τὰ Ἄλινδα, ἐν διέτριβεν αὐτή: ἐπαινέσας δὲ καὶ βασίλισσαν ἀναδείξας, ἁλούσης τῆς πόλεως πλὴν τῆς ἄκραςδιττὴ δ᾽ ἦν), ἐκείνῃ πολιορκεῖν ἔδωκεν: ἑάλω δὲ ὀλίγῳ ὕστερον [p. 917] καὶ ἄκρα, πρὸς ὀργὴν ἤδη καὶ ἀπέχθειαν τῆς πολιορκίας γενομένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: