Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21] εἶτ᾽ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ: ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης: εὐοψεῖ γὰρ χώραν τ᾽ ἔχει παράλυπρον. καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν: κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας: ὡς δ᾽ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου: τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι ‘ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας: οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται.’ ὁ δέ ‘τί λέγεις;’ ἔφη ‘ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν;’ εἰπόντος δέ ‘εὖ σοι εἴη’ ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός. ἐντεῦθεν δ᾽ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατ᾽ ἀρχὰς μὲν ψευδῶς: Ἀπολλώνιος [p. 919] γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου: μετήνεγκαν δ᾽ ἐπ᾽ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατ᾽ ἀλήθειαν Κρόνου.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references in general dictionaries to this page
(5):
- LSJ, δύσ-κωφος
- LSJ, εὐοψ-έω
- LSJ, φι^λομουσ-ία
- LSJ, ὀψο-πωλία
- LSJ, ψοφ-έω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences