previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[58]

περὶ δὲ τῶν φιλοσόφων λέγων τοὺς μὲν ὀρεινοὺς αὐτῶν φησὶν ὑμνητὰς εἶναι τοῦ Διονύσου, δεικνύντας τεκμήρια τὴν ἀγρίαν ἄμπελον παρὰ μόνοις φυομένην καὶ κιττὸν καὶ δάφνην καὶ μυρρίνην καὶ πύξον καὶ ἄλλα τῶν ἀειθαλῶν, ὧν μηδὲν εἶναι πέραν Εὐφράτου πλὴν ἐν παραδείσοις σπάνια καὶ μετὰ πολλῆς ἐπιμελείας σωζόμενα. Διονυσιακὸν δὲ καὶ τὸ σινδονοφορεῖν καὶ τὸ μιτροῦσθαι καὶ μυροῦσθαι καὶ βάπτεσθαι ἄνθινα καὶ τοὺς βασιλέας κωδωνοφορεῖσθαι καὶ τυμπανίζεσθαι κατὰ τὰς ἐξόδους. τοὺς δὲ πεδιασίους τὸν Ἡρακλέα τιμᾶν. ταῦτα μὲν οὖν μυθώδη καὶ ὑπὸ πολλῶν ἐλεγχόμενα, καὶ μάλιστα τὰ περὶ τῆς ἀμπέλου καὶ τοῦ οἴνου: πέραν γὰρ τοῦ Εὐφράτου καὶ τῆς Ἀρμενίας ἐστὶ πολλὴ καὶ Μεσοποταμία ὅλη καὶ Μηδία ἑξῆς μέχρι καὶ Περσίδος καὶ Καρμανίας: τούτων [p. 992] δὲ τῶν ἐθνῶν ἑκάστου πολὺ μέρος εὐάμπελον καὶ εὔοινον λέγεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: