Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] γνοίη δ᾽ ἄν τις τὰ περὶ τὴν λεχθεῖσαν ὀρεινὴν ἔτι μᾶλλον προσιστορήσας τὴν ὁδὸν ᾗ ἐχρήσατο διώκων τοὺς περὶ Βησσὸν ὡς ἐπὶ Βάκτρων Ἀλέξανδρος ἐκ τῆς Παρθυηνῆς: εἰς γὰρ τὴν Ἀρίαν ἧκεν, εἶτ᾽ εἰς Δράγγας, ὅπου Φιλώταν ἀνεῖλε τὸν Παρμενίωνος υἱὸν φωράσας ἐπιβουλήν: ἔπεμψε δὲ καὶ εἰς Ἐκβάτανα τοὺς καὶ τὸν πατέρα αὐτοῦ ἀνελοῦντας ὡς κοινωνὸν τῆς ἐπιβουλῆς: φασὶ δ᾽ αὐτοὺς ἐπὶ δρομάδων καμήλων ὁδὸν ἡμερῶν τριάκοντα ἢ καὶ τετταράκοντα ἑνδεκαταίους διανύσαι καὶ τελευτῆσαι τὴν πρᾶξιν. οἱ δὲ Δράγγαι περσίζοντες τἆλλα κατὰ τὸν βίον οἴνου [p. 1010] σπανίζουσι, γίνεται δὲ παρ᾽ αὐτοῖς καττίτερος. εἶτ᾽ ἐκ Δραγγῶν ἐπί τε τοὺς Εὐεργέτας ἧκεν, οὓς ὁ Κῦρος οὕτως ὠνόμασε, καὶ τοὺς Ἀραχωτούς, εἶτα διὰ τῶν Παροπαμισαδῶν ὑπὸ πλειάδος δύσιν: ἔστι δ᾽ ὀρεινὴ καὶ κεχιονοβόλητο τότε ὥστε χαλεπῶς ὡδεύετο: πυκναὶ μέντοι κῶμαι δεχόμεναι πάντων εὔποροι πλὴν ἐλαίου παρεμυθοῦντο τὰς δυσκολίας: εἶχόν τε ἐν ἀριστερᾷ τὰς ἀκρωρείας. ἔστι δὲ τὰ μεσημβρινὰ μὲν τοῦ ὄρους τοῦ Παροπαμισοῦ Ἰνδικά τε καὶ Ἀριανά: τὰ δὲ προσάρκτια τὰ μὲν πρὸς ἑσπέραν Βάκτρια ... τοῖς Βακτρίοις βαρβάρων. διαχειμάσας δ᾽ αὐτόθι ὑπερδέξιον ἔχων τὴν Ἰνδικὴν καὶ πόλιν κτίσας ὑπερήκρισεν εἰς τὴν Βακτριανὴν διὰ ψιλῶν ὁδῶν πλὴν τερμίνθου θαμνώδους ὀλίγης, ἀπορούμενος καὶ τροφῆς ὥστε ταῖς τῶν κτηνῶν σαρξὶ χρῆσθαι, καὶ ταύταις ὠμαῖς διὰ τὴν ἀξυλίαν: πρὸς δὲ τὴν ὠμοσιτίαν πεπτικὸν ἦν αὐτοῖς τὸ σίλφιον πολὺ πεφυκός. πεντεκαιδεκαταῖος δὲ ἀπὸ τῆς κτισθείσης πόλεως καὶ τῶν χειμαδίων ἧκεν εἰς Ἄδραψα, πόλιν τῆς Βακτριανῆς.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (8 total)
- Cross-references in notes to this page
(2):
- Diodorus Siculus, Library, Diod. 17.80
- Diodorus Siculus, Library, Diod. 17.82
- Cross-references in general dictionaries to this page
(6):
- LSJ, ἀξυ^λ-ία
- LSJ, δρομ-άς
- LSJ, πεντεκαι-δεκα^ταῖος
- LSJ, πεπτ-ικός
- LSJ, ὠμο-σι_τία
- LSJ, χι^ονο-βολέομαι
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences