previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

τὴν γοῦν Βαβυλῶνα Ἀλέξανδρος προέκρινεν ὁρῶν καὶ τῷ μεγέθει πολὺ ὑπερβάλλουσαν καὶ τοῖς ἄλλοις. εὐδαίμων δ᾽ οὖσα Σουσὶς ἔκπυρον τὸν ἀέρα ἔχει καὶ καυματηρὸν καὶ μάλιστα τὸν περὶ τὴν πόλιν, ὥς φησιν * ἐκεῖνος: τὰς γοῦν σαύρας καὶ τοὺς ὄφεις θέρους ἀκμάζοντος τοῦ ἡλίου κατὰ μεσημβρίαν διαβῆναι μὴ φθάνειν τὰς ὁδοὺς τὰς ἐν τῇ πόλει, ἀλλ᾽ ἐν μέσαις περιφλέγεσθαι, ὅπερ τῆς Περσίδος μηδαμοῦ συμβαίνειν καίπερ νοτιωτέρας οὔσης: λουτρὰ δὲ ψυχρὰ προτεθέντα ἐκθερμαίνεσθαι παραχρῆμα, τὰς δὲ κριθὰς διασπαρείσας εἰς τὸν ἥλιον ἅλλεσθαι καθάπερ ἐν τοῖς ἰπνοῖς τὰς κάχρυς: διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις γῆν ἐπιτίθεσθαι, ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μὲν μακροὺς δὲ ποιεῖσθαι τοὺς οἴκους, ἀπορουμένους μακρῶν μὲν δοκῶν δεομένους δὲ μεγάλων οἴκων διὰ τὸ πνῖγος. ἴδιον δέ τι πάσχειν τὴν φοινικίνην δοκόν: στερεὰν γὰρ οὖσαν, παλαιουμένην οὐκ εἰς τὸ κάτω τὴν ἔνδοσιν λαμβάνειν, ἀλλ᾽ εἰς τὸ ἄνω μέρος κυρτοῦσθαι τῷ βάρει καὶ βέλτιον ἀνέχειν τὴν ὀροφήν. αἴτιον δὲ τῶν καυμάτων λέγεται τὸ ὑπερκεῖσθαι πρὸς ἄρκτον ὄρη ὑψηλὰ τὰ προεκδεχόμενα ἅπαντας τοὺς βορείους ἀνέμους: ὑπερπετεῖς δὴ πνέοντες ἀπὸ τῶν ἀκρωτηρίων μετέωροί τε τῶν πεδίων οὐ προσάπτονται, ἀλλὰ παρελαύνουσιν εἰς τὰ νοτιώτερα τῆς Σουσίδος: αὕτη δὲ νηνεμίαις κατέχεται, καὶ μάλιστα τότε ἡνίκα [p. 1020] ἐτησίαι τὴν ἄλλην γῆν καταψύχουσιν ἐκκαομένην ὑπὸ τῶν καυμάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: