previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[23]

συνέβη δὲ τοῖς Πέρσαις ἐνδοξοτάτοις γενέσθαι τῶν βαρβάρων παρὰ τοῖς Ἕλλησιν, ὅτι τῶν μὲν ἄλλων οὐδένες τῶν τῆς Ἀσίας ἀρξάντων Ἑλλήνων ἦρξαν, οὐδ᾽ ᾔδεισαν οὔτ᾽ ἐκεῖνοι τούτους οὔθ᾽ οἱ Ἕλληνες τοὺς βαρβάρους ἀλλ᾽ ἐπὶ μικρὸν μόνον ἐκ τῆς πόρρωθεν ἀκοῆς. Ὅμηρος γοῦν οὔτε τὴν τῶν Σύρων οὔτε τὴν τῶν Μήδων ἀρχὴν οἶδεν: οὐδὲ γὰρ ἂν Θήβας Αἰγυπτίας ὀνομάζων καὶ τὸν ἐκεῖ καὶ τὸν ἐν Φοινίκῃ πλοῦτον, τὸν ἐν Βαβυλῶνι καὶ Νίνῳ καὶ Ἐκβατάνοις παρεσιώπησε. πρῶτοι δὲ Πέρσαι1 Ἑλλήνων ἐπῆρξαν, Λυδοὶ δὲ ἐπῆρξαν μέν, ἀλλ᾽ οὔτε τῆς Ἀσίας ὅλης ἀλλὰ μέρους τινὸς μικροῦ τοῦ ἐντὸς Ἅλυος μόνον, καὶ ταῦτ᾽ ἐπ᾽ ὀλίγον χρόνον τὸν κατὰ Κροῖσον καὶ Ἀλυάττην. κρατηθέντες δ᾽ ὑπὸ Περσῶν, εἰ καί τι τῆς δόξης ἦν αὐτοῖς, ἀφῃρέθησαν τοῦθ᾽ ὑπ᾽ ἐκείνων. Πέρσαι δ᾽ ἀφ᾽ οὗ κατέλυσαν τὰ Μήδων εὐθὺς καὶ Λυδῶν ἐκράτησαν καὶ τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ὑπηκόους [p. 1026] ἔσχον: ὕστερον δὲ καὶ διέβησαν εἰς τὴν Ἑλλάδα, καὶ ἡττηθέντες πολλοῖς καὶ * πολλάκις ἀγῶσιν ὅμως διετέλεσαν τὴν Ἀσίαν μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων κατέχοντες ἕως ὑπὸ Μακεδόνων κατεπολεμήθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: