previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] ζῶσί τ᾽ ἀπὸ κέγχρου καὶ κριθῆς, ἀφ᾽ ὧν καὶ ποτὸν ποιοῦσιν * αὐτοῖς ἔστιν: ἔλαιον δὲ βούτυρον καὶ στέαρ: οὐδ᾽ ἀκρόδρυα ἔχουσι πλὴν φοινίκων ὀλίγων ἐν κήποις βασιλικοῖς: ἔνιοι δὲ καὶ πόαν σιτοῦνται καὶ κλῶνας ἁπαλοὺς καὶ λωτὸν καὶ [p. 1146] καλάμου ῥίζαν: κρέασι δὲ χρῶνται καὶ αἵματι καὶ γάλακτι καὶ τυρῷ. σέβονται δ᾽ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον. ἔστι δὲ τὸ μέγιστον αὐτοῖς βασίλειον Μερόη, πόλις ὁμώνυμος τῇ νήσῳ: τὴν δὲ νῆσον θυρεοειδῆ φασι τὸ σχῆμα, τό τε μέγεθος τάχα πρὸς ὑπερβολὴν εἴρηται μῆκος μὲν ὅσον τρισχιλίων σταδίων εὖρος δὲ χιλίων. ἔχει δ᾽ νῆσος συχνὰ καὶ ὄρη καὶ δάση μεγάλα: οἰκοῦσι δ᾽ οἱ μὲν νομάδες οἱ δὲ θηρευτικοὶ οἱ δὲ γεωργοί: ἔστι δὲ καὶ χαλκωρυχεῖα καὶ σιδηρουργεῖα καὶ χρυσεῖα καὶ λίθων γένη πολυτελῶν: περιέχεται δ᾽ ἀπὸ μὲν τῆς Λιβύης θισὶ μεγάλοις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν, ἄνωθεν δ᾽ ἐκ νότου ταῖς * συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα: πρὸς ἄρκτον δ᾽ ἐφεξῆς ῥύσις τοῦ Νείλου καὶ μέχρι Αἰγύπτου κατὰ τὴν λεχθεῖσαν πρότερον σκολιότητα τοῦ ποταμοῦ. ἐν δὲ ταῖς πόλεσιν αἱ οἰκήσεις ἐκ φοινικίνων σχιζῶν * διαπλεκόμεναι τοίχων πλίνθων: ὀρυκτοὶ δὲ ἅλες καθάπερ ἐν τοῖς Ἄραψι: πλεονάζει δὲ τῶν φυτῶν τε φοῖνιξ καὶ περσέα καὶ ἔβενος καὶ κερατία: θήρα δὲ καὶ ἐλεφάντων ἐστὶ καὶ λεόντων καὶ παρδάλεων: εἰσὶ δὲ καὶ δράκοντες οἱ ἐλεφαντομάχοι καὶ ἄλλα θηρία πλείω: καταφεύγει γὰρ ἀπὸ τῶν ἐμπυρωτέρων καὶ αὐχμηροτέρων ἐπὶ τὰ ὑδρηλὰ καὶ ἑλώδη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: