Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] ἀπὸ δὲ τοῦ Ῥηγίου πλέοντι πρὸς ἕω Λευκοπέτραν καλοῦσιν ἄκραν ἀπὸ τῆς χρόας ἐν πεντήκοντα σταδίοις, εἰς ἣν τελευτᾶν φασι τὸ Ἀπέννινον ὄρος. ἐντεῦθεν δὲ Ἡράκλειον, ὃ δὴ τελευταῖον ἀκρωτήριον ὂν νεύει πρὸς μεσημβρίαν: κάμψαντι γὰρ εὐθὺς ὁ πλοῦς λιβὶ μέχρι πρὸς ἄκραν Ἰαπυγίαν: εἶτ᾽ ἐκκλίνει πρὸς ἄρκτον ἀεὶ καὶ μᾶλλον καὶ πρὸς τὴν ἑσπέραν ἐπὶ τὸν κόλπον τὸν Ἰόνιον. μετὰ δὲ τὸ Ἡράκλειον ἄκρα τῆς Λοκρίδος ἣ καλεῖται Ζεφύριον, ἔχουσα τοῖς ἑσπερίοις ἀνέμοις λιμένα, ἐξ οὗ καὶ τοὔνομα. εἶθ᾽ ἡ πόλις οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι, Λοκρῶν ἄποικοι τῶν ἐν τῷ Κρισαίῳ κόλπῳ, μικρὸν ὕστερον τῆς1 Κρότωνος καὶ Συρακουσσῶν κτίσεως ἀποικισθέντες ὑπὸ Εὐάνθους: Ἔφορος δ᾽ οὐκ εὖ τῶν Ὀπουντίων Λοκρῶν ἀποίκους φήσας. ἔτη μὲν οὖν τρία ἢ τέτταρα ᾤκουν ἐπὶ τῷ Ζεφυρίῳ: καὶ ἔστιν ἐκεῖ κρήνη Λοκρία, ὅπου οἱ Λοκροὶ ἐστρατοπεδεύσαντο. [p. 356] εἶτα μετήνεγκαν τὴν πόλιν συμπραξάντων καὶ Συρακουσσίων. ἅμα γὰρ οὗτοι ἐν οἷς ... εἰσὶ δ᾽ ἀπὸ Ῥηγίου μέχρι Λοκρῶν ἑξακόσιοι στάδιοι. ἵδρυται δ᾽ ἡ πόλις ἐπ᾽ ὀφρύος ἣν Ἐπῶπιν καλοῦσι.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (1 total)
- Cross-references in general dictionaries to this page
(1):
- LSJ, ζεφυ?́ρ-ιος
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences