Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι: καθ᾽ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ. ταῦτα δ᾽ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν. ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι. καὶ ἄλλαι δ᾽ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν. μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν. εἶθ᾽ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δ᾽ ἐπονομάζουσιν αὐτόν: ἔστι δὲ χειμάρρους ὥστ᾽ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν [p. 601] πλάτος. μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῷ ... ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (1 total)
- Cross-references in general dictionaries to this page
(1):
- LSJ, εἰκοσα-στάδιος
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences