Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18] ἑξῆς δὲ λέγει τὴν ὑπ᾽ Εὐρυπύλῳ ‘οἳ δ᾽ ἔχον Ὀρμένιον οἵ τε κρήνην Ὑπέρειαν, οἵ τ᾽ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα.’ τὸ μὲν οὖν Ὀρμένιον νῦν Ὀρμίνιον καλεῖται, ἔστι δ᾽ ὑπὸ τῷ Πηλίῳ κώμη κατὰ τὸν Παγασιτικὸν κόλπον τῶν συνῳκισμένων εἰς τὴν Δημητριάδα πόλεων, ὡς εἴρηται. ἀνάγκη δὲ καὶ τὴν Βοιβηίδα [p. 619] λίμνην εἶναι πλησίον, ἐπειδὴ καὶ ἡ Βοίβη τῶν περιοικίδων ἦν τῆς Δημητριάδος καὶ αὐτὸ τὸ Ὀρμένιον. τὸ μὲν οὖν Ὀρμένιον ἀπέχει τῆς Δημητριάδος πεζῇ σταδίους ἑπτὰ καὶ εἴκοσιν, ὁ δὲ τῆς Ἰωλκοῦ τόπος ἐν ὁδῷ κείμενος τῆς μὲν Δημητριάδος ἑπτὰ σταδίους διέστηκε, τοῦ δ᾽ Ὀρμενίου τοὺς λοιποὺς σταδίους εἴκοσι. φησὶ δ᾽ ὁ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι, καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦ ‘πατρὸς Ἀμύντορος Ὀρμενίδαο’ εἰς τὴν Φθίαν ‘ἐς Πηλῆα ἄνακτα.’ ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ Κερκάφου τοῦ Αἰόλου: παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύντορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δ᾽ Εὐρύπυλον: φυλαχθῆναι δὲ τῷ Εὐρυπύλῳ τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας: καὶ δὴ καὶ γράφει οὕτως ‘οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον,’ ἀντὶ τοῦ ‘λίπον Ἑλλάδα καλλιγύναικα.’ Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα, τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος ᾧ ἐχρήσατο ὁ Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησιν ὁ ποιητὴς ὅτι ‘ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετ᾽ Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας.’ τόν τε γὰρ Ἐλεῶνα ἐν τῷ Παρνασσῷ πολίχνιον εἶναι, τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι ἢ τὸν τοῦ Φοίνικος πατέρα, καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῷ Παρνασσῷ τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. ὁ δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασσοῦ δείκνυσθαι, ἀλλὰ Νεῶνα, καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μήτ᾽ ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον. καὶ ἄλλα δ᾽ ἐστὶν ἃ λέγοι τις ἄν, ἀλλ᾽ οὖν ὀκνῶ διατρίβειν ἐπὶ πλέον. ἄλλοι δὲ γράφουσιν ἐξ Ἑλεῶνος: Ταναγρικὴ δέ ἐστιν αὕτη: καὶ [p. 620] μᾶλλον ἐλέγχοι ἀτόπως ἂν λεγόμενον τό ‘φεῦγον ἔπειτ᾽ ἀπάνευθε δι᾽ Ἑλλάδος, Φθίην δ᾽ ἐξικόμην.’ ἡ δ᾽ Ὑπέρεια κρήνη ἐν μέσῃ ἐστὶ τῇ Φεραίων πόλει Εὐμήλου οὔσῃ: ἄτοπον τοίνυν δοῦναι Εὐρυπύλῳ. Τίτανος δ᾽ ἀπὸ τοῦ συμβεβηκότος ὠνομάσθη: λευκόγεων γάρ ἐστι τὸ χωρίον Ἄρνης πλησίον καὶ τῶν Ἀφετῶν: καὶ τὸ Ἀστέριον δ᾽ οὐκ ἄπωθεν τούτων ἐστί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.