previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] ἀλλά τοι, ἔφη, παῖ, ἔνιά ἐστιν οὐ πρὸς ἀνθρώπους ἀγωνιστέον, ἀλλὰ πρὸς αὐτὰ τὰ πράγματα, ὧν οὐ ῥᾴδιον εὐπόρως περιγενέσθαι. αὐτίκα δήπου οἶσθα ὅτι εἰ μὴ ἕξει τὰ ἐπιτήδεια στρατιά, καταλελύσεταί σου ἀρχή. οὐκοῦν ταῦτα μέν, ἔφη, πάτερ, Κυαξάρης φησὶ παρέξειν τοῖς ἐντεῦθεν ἰοῦσι πᾶσιν ὁπόσοι ἂν ὦσι. τούτοις δὴ σύ, ἔφη, παῖ, πιστεύων ἔρχῃ, τοῖς παρὰ Κυαξάρου χρήμασιν; ἔγωγ᾽, ἔφη Κῦρος. τί δέ, ἔφη, οἶσθα ὁπόσα αὐτῷ ἔστι; μὰ τὸν Δί᾽, ἔφη Κῦρος, οὐ μὲν δή. ὅμως δὲ τούτοις πιστεύεις τοῖς ἀδήλοις; ὅτι δὲ πολλῶν μὲν σοὶ δεήσει, πολλὰ δὲ καὶ ἄλλα νῦν ἀνάγκη δαπανᾶν ἐκεῖνον, οὐ γιγνώσκεις; γιγνώσκω, ἔφη Κῦρος. ἢν οὖν, ἔφη, ἐπιλίπῃ αὐτὸν δαπάνη καὶ ἑκὼν ψεύσηται, πῶς σοι ἕξει τὰ τῆς στρατιᾶς; δῆλον ὅτι οὐ καλῶς. ἀτάρ, ἔφη, πάτερ, σὺ εἰ ἐνορᾷς τινα πόρον καὶ ἀπ᾽ ἐμοῦ ἂν προσγενόμενον, ἕως ἔτι ἐν φιλίᾳ ἐσμέν, λέγε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Walter Miller, 1914)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: