Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
ὁ δὲ τότε μὲν πρὸς ταῦτα οὐδὲν εἶπεν, ἀλλ᾽ ἡττηθεὶς τοῦ δικαίου ἀπῆλθεν. ὕστερον δὲ ἢ αὐτὸς νοήσας ἢ διδαχθεὶς ὑπό του εἶπεν ἐλθών: ἀλλ᾽ ὅτι μέν, ὦ πάτερ, εἰ μηδὲν ἠδίκει Σφοδρίας, ἀπέλυσας ἂν αὐτὸν οἶδα: νῦν δέ, εἰ ἠδίκηκέ τι, ἡμῶν ἕνεκεν συγγνώμης ὑπὸ σοῦ τυχέτω. ὁ δὲ εἶπεν: οὐκοῦν ἂν μέλλῃ καλὰ ταῦθ᾽ ἡμῖν εἶναι, οὕτως ἔσται. ὁ μὲν δὴ ταῦτ᾽ ἀκούσας μάλα δύσελπις ὢν ἀπῄει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.