This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
τί δέ, ὦ Ἱππία; ἔφη, οὐκ ᾔσθησαι ὅτι ἐγὼ ἃ δοκεῖ μοι δίκαια εἶναι οὐδὲν παύομαι ἀποδεικνύμενος; καὶ ποῖος δή σοι, ἔφη, οὗτος ὁ λόγος ἐστίν; εἰ δὲ μὴ λόγῳ, ἔφη, ἀλλ᾽ ἔργῳ ἀποδείκνυμαι: ἢ οὐ δοκεῖ σοι ἀξιοτεκμαρτότερον τοῦ λόγου τὸ ἔργον εἶναι; πολύ γε νὴ Δί᾽, ἔφη: δίκαια μὲν γὰρ λέγοντες πολλοὶ ἄδικα ποιοῦσι, δίκαια δὲ πράττων οὐδ᾽ ἂν εἷς ἄδικος εἴη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.