[21]
ἀκοντίζειν γε μὴν ἀπὸ τῶν ἵππων ὧδ᾽ ἂν πλεῖστοι μοι δοκοῦσι μελετᾶν, εἰ τοῦτ᾽ αὖ προείποις τοῖς φυλάρχοις, ὅτι αὐτοὺς δεήσει ἡγουμένους τοῖς τῆς φυλῆς ἀκοντισταῖς ἐλαύνειν ἐπὶ τὸ ἀκόντιον. φιλοτιμοῖντο γὰρ ἄν, ᾗ τὸ εἰκός, ὡς πλείστους ἕκαστος ἀποδεῖξαι ἀκοντιστὰς τῇ πόλει.