previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπερηφανίας ΚΔ᾽

ἔστι δὲ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν [2] ἄλλων, δὲ ὑπερήφανος τοιόσδε τις, οἷος τῷ σπεύδοντι [3] ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῷ περιπατεῖν. καὶ εὖ [4] ποιήσας μεμνῆσθαι φάσκειν. καὶ βαδίζων ἐν ταῖς ὁδοῖς τὰς [5] διαίτας κρίνειν ἐν τάχει τοῖς ἐπιτρέψασι. καὶ χειροτονούμενος [6] ἐξόμνυσθαι τὰς ἀρχάς, οὐ φάσκων σχολάζειν. καὶ [7] προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι. καὶ τοὺς πωλοῦντάς τι μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὐτὸν ἅμ᾽ [8] ἡμέρᾳ. καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν. [9] καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν [10] ὑφ᾽ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι. καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται. [11] καὶ οὔτε ἐπ᾽ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα [12] ἐᾶσαι ἂν εἰσελθεῖν. ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι [13] γράψαι αὑτῷ εἰς λόγον. καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι 'χαρίζοιο ἄν μοι᾽, ἀλλ᾽ ὅτι 'βούλομαι γενέσθαι᾽ καὶ 'ἀπέσταλκα πρὸς σὲ ληψόμενοσ᾽ καὶ 'ὅπως ἄλλως μὴ ἔσται᾽ καὶ 'τὴν ταχίστην᾽.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: