previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀδολεσχίας Γ᾽

δὲ ἀδολεσχία ἐστὶ μὲν διήγησις λόγων μακρῶν [2] καὶ ἀπροβουλεύτων: δὲ ἀδολέσχης τοιοῦτός τις, οἷος, ὃν μὴ γιγνώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον: εἶτα, τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι: εἶθ᾽ ὧν εἶχεν ἐπὶ τῷ [3] δείπνῳ τὰ καθ᾽ ἕκαστα διεξελθεῖν. εἶτα δὴ προχωροῦντος τοῦ πράγματος λέγειν, ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων, καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ, καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι, καὶ τὴν [4] θάλατταν ἐκ Διονυσίων πλόιμον εἶναι: καὶ εἰ ποιήσειεν Ζεὺς ὕδωρ πλεῖον, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι, καὶ ὃν ἀγρὸν εἰς νέωτα γεωργήσει, καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν, καὶ ὡς Δάμιππος μυστηρίοις μεγίστην δᾷδα ἔστησεν, καὶ πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου, καὶ 'χθὲς ἤμεσα᾽, καὶ 'τίς [5] ἐστιν ἡμέρα τήμερον; κἂν ὑπομένῃ τις αὐτόν, μὴ ἀφίστασθαι. καὶ ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ Ἀπατούρια, Ποσιδεῶνος δὲ τὰ κατ᾽ ἀγροὺς Διονύσια.

[6] Παρασείσαντα δὴ δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι, ὅστις ἀπύρευτος βούλεται εἶναι: ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν μήτε σπουδὴν διαγινώσκουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: