previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς Δῆλον.


τὴν ἱερήν, θυμέ, τίνα χρόνον πότ᾽ ἀείσεις
δῆλον, Ἀπόλλωνος κουροτρόφον; μὲν ἅπασαι
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
εὔυμνοι: δῆλος δ᾽ ἐθέλει τὰ πρῶτα φέρεσθαι
5ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
ὡς Μοῦσαι τὸν ἀοιδὸν μὴ Πίμπλειαν ἀείσηι
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
10Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
κείνη δ᾽ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ᾽ ἁλιπλήξ
αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντωι ἐνεστήρικται: δ᾽ ἀμφί πουλὺς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην:
15τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
ὁππότ᾽ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
νῆσοι ἀολλίζονται, ἀεὶ δ᾽ ἔξαρχος ὁδεύει.
δ᾽ ὄπιθεν Φοίνισσα μετ᾽ ἴχνια Κύρνος ὀπηδεῖ
20οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
Σαρδώ θ᾽ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ᾽ ἐπιβάθρων.
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
δῆλος δ᾽ Ἀπόλλωνι: τί δὲ στιβαρώτερον ἕρκος;
25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο: θεὸς δ᾽ ἀεὶ ἀστυφέλικτος:
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
30 ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δ᾽ ἐλάσσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν᾽ ἠπείροιο λάθωνται,
35πρυμνόθεν ἐρρίζωσε: σὲ δ᾽ οὐκ ἔθλιψεν ἀνάγκη,
ἀλλ᾽ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ᾽ ἦν τοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
40τόφρα δ᾽ ἔτ᾽ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
οἳ μὲν ἔτ᾽ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ᾽ ὀξύν
45ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δ᾽ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
μέσφ᾽ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
Χίον νήσοιο διάβροχον ὕδατι μαστόν
παρθενίηςοὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
50γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
ἡνίκα δ᾽ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ᾽ ἔθεντο,
οὕνεκεν οὐκέτ᾽ ἄδηλος ἐπέπλεες, ἀλλ᾽ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
55οὐδ᾽ Ἥρην κοτέουσαν ὑπέτρεσας: μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
60σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
τειρομένην ὠδῖσι: δύω δέ οἱ εἵατο φρουροί
γαῖαν ἐποπτεύοντες, μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
65ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο:
δ᾽ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
ἔνθ᾽ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
70φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ᾽ ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δ᾽ γέρων μετόπισθε Φενειός.
φεῦγε δ᾽ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος: οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ᾽ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δ᾽ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
δ᾽ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
80αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
ῥ᾽ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
85νύμφαι δ᾽ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.’
ταῖς μὲν ἔτ᾽ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
φθέγξατο δ᾽ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι:
Θ̔ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μ᾽ ἀέκοντα βιάζεο μαντεύεσθαι.
90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ᾽ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις:
ἀλλ᾽ ἔμπης ἐρέω τι τορώτερον ἀπὸ δάφνης.
95φεῦγε πρόσω: ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν: σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
ἔλλαχες. οὐ σύ γ᾽ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
ἔσσεται: εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην᾽.
ὣς ἄρ᾽ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
100ἀλλ᾽ ὅτ᾽ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἄψ δ᾽ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ᾽ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων:
Ήρη σοὶ δ᾽ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
'Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
110κοιμῆσαι μέγα χεῦμα: περιπλέξασθε γενείωι
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδ᾽ αἰεὶ ταχινοὶ πόδες, ἐπ᾽ ἐμεῖο
115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης; δ᾽ ἀνήκοος. ' ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.'
τὴν δ᾽ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
'λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαιοἶδα καὶ ἄλλας
λουσαμένας ἀπ᾽ ἐμεῖο λεχωίδας): ἀλλά μοι Ἥρη
125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ:
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδ᾽ ἐγώ: τί περισσά; κάλει μόνον Εἰλήθυιαν.'
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
135ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα:
ὑψόθε δ᾽ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
δούρατος: δ᾽ ἐλέλιξεν ἐνόπλιον: ἔτρεμε δ᾽ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβωι δ᾽ ὠρχήσατο πᾶσα
140Θεσσαλίη: τοῖος γὰρ ἀπ᾽ ἀσπίδος ἔβραμεν ἦχος.
ὡς δ᾽ ὁπότ᾽ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν ὑφ᾽ Ἡφαίστοιο πυράγρης
145ἔργα θ᾽ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
καὶ τρίποδες πίπτοντες ἐπ᾽ ἀλλήλοις ἰαχεῦσι:
τῆμος ἔγεντ᾽ ἄραβος σάκεος τόσος εὐκύκλοιο:
Πηνειὸς δ᾽ οὐκ αὖτις ἐχάζετο, μίμνε δ᾽ ὁμοίως
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ᾽ ἐστήσατο δίνας,
150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο 'σώιζεο χαίρων,
σώιζεο: μὴ σύ γ᾽ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
ἀντ᾽ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ᾽ ἀμοιβή᾽.
καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
εἰναλίας: αἳ δ᾽ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
οὐδ᾽ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
Ἶρις ἐπεὶ πάσηισιν ἐφ᾽ ὑψηλοῖο Μίμαντος
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν: αἳ δ᾽ ὑπ᾽ ὀμοκλῆς
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.
160ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
ἀλλά παιδὸς ἔρυκεν ἔπος τόδε 'μὴ σύ γε μῆτερ
τῆι με τέκοις. οὔτ᾽ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη:
165ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
ἐστί, Σαωτήρων ὕπατον γένος: ὧι ὑπὸ μίτρην
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
170ἠέλιον φορέουσιν: δ᾽ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότ᾽ ἂν οἳ μὲν ἐφ᾽ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφ᾽ ἑσπέρου ἐσχατόωντος
175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατ᾽ ἠέρα βουκολέονται,
φρούρια καὶ ...
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι ...
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
ἀλλ᾽ ἤδη παρὰ νηὸν ἀπαυγάζωνταιφάλαγγες
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
185στήσονται: τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δ᾽ ἐπὶ Νείλωι
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
190ὕστερον ἤματα πάντα: σὺ δὲ ξυμβάλλεο μῆτερ:
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι: πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθ᾽ εὖρος, ὅπη φορέηισι θάλασσα.
195τῆι με φέροις: κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.'
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι:
Ἀστερίη φιλόμολπε, σὺ δ᾽ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλ᾽ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος:
200 ...
... φλεξας ἐπεὶ περικαίεο πυρί,
τλήμον᾽ ὑπ᾽ ὠδίνεσσι βαρυνομένην ὁρόωσα:
'Ἥρη τοῦτό με ῥέξον τοι φίλον: οὐ γάρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα: πέρα, πέρα εἰς ἐμὲ Λητοῖ᾽.
205ἔννεπες: δ᾽ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δ᾽ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
γαῖα τότ᾽ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος:
λύσατο δὲ ζώνην, ἀπὸ δ᾽ ἐκλίθη ἔμπαλιν ὤμοις
210φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
τειρομένη: νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δ᾽ ἀλυσθμαίνουσα 'τί μητέρα κοῦρε βαρύνεις;
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπου᾽.
215νύμφα Διὸς βαρύθυμε, σὺ δ᾽ οὐκ ἄρ᾽ ἔμελλες ἄπυστος
δὴν ἔμεναι: τοίη σε προσέδραμεν ἀγγελιῶτις,
εἶπε δ᾽ ἔτ᾽ ἀσθμαίνουσα, φόβωι δ᾽ ἀνεμίσγετο μῦθος,
'Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δ᾽ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ᾽ ἐδέχοντο:
Ἀστερίη δ᾽ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225Ἀστερίη, πόντοιο κακὸν σάρον: οἶσθα καὶ αὐτή.
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆι᾽.
καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
230ἵζει θηρήτειρα παρ᾽ ἴχνεσιν, οὔατα δ᾽ αὐτῆς
ὀρθὰ μάλ᾽, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν:
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δ᾽ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδ᾽ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
235ἀλλ᾽ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
δεσπότις. δ᾽ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
240'οὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ᾽ ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ᾽ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίηι δ᾽ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245ἀμπλακίης, οὐδ᾽ ἔστιν ὅπως ἀποθύμια ῥέξω:
τόσσα δέω: μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ:
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ᾽ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ᾽ ἀνθείλετο πόντον᾽.
μὲν ἔφη: κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
250Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν:
ἔνθεν παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ᾽ ὠδίνεσσιν ἄεισαν.
255ὄγδοον οὐκέτ᾽ ἄεισαν, δ᾽ ἔκθορεν, αἳ δ᾽ ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ᾽ αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ᾽ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ᾽ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπ᾽ οὔδεος εἵλεο παῖδα,
265ἐν δ᾽ ἐβάλευ κόλποισιν, ἔπος δ᾽ ἐφθέγξαο τοῖον
μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι:
αὕτη ἐγὼ τοιήδε: δυσήροτος, ἀλλ᾽ ἀπ᾽ ἐμεῖο
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
270γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι: καὶ ἔσσομαι οὐκέτι πλαγκτή.’
ὧδε σὺ μὲν κατέλεξας: δὲ γλυκὺν ἔσπασε μαζόν.
275    τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου
κλήζηι, Ἀπόλλωνος κουροτρόφος: οὐδέ σ᾽ Ἐνυώ
οὐδ᾽ Ἀίδης οὐδ᾽ ἵπποι ἐπιστείβουσιν Ἄρηος:
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
280αἵ τε πρὸς ἠοίην αἵ θ᾽ ἕσπερον αἵ τ᾽ ἀνὰ μέσσην
κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
ἀσταχύων φορέουσιν: Δωδώνηθι Πελασγοί
285τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος:
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
ἔρχονται: κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
εἰς ἀγαθὸν πεδίον Ληλάντιον: οὐδ᾽ ἔτι μακρός
290 πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
πρῶταί τοι τάδ᾽ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότ᾽ ἄριστοι
ἠιθέων: οὐδ᾽ οἵ γε παλιμπετὲς οἴκαδ᾽ ἵκοντο,
295εὔμοιροι δ᾽ ἐγένοντο, καὶ ἀκλέες οὔποτ᾽ ἐκεῖνοι.
τοι Δηλιάδες μέν, ὅτ᾽ εὐήχης ὑμέναιος
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
300    Ἀστερίη θυόεσσα, σὲ μὲν περί τ᾽ ἀμφί τε νῆσοι
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο:
οὔτε σιωπηλὴν οὔτ᾽ ἄψοφον οὖλος ἐθείραις
ἕσπερος, ἀλλ᾽ αἰεί σε καταβλέπει ἀμφιβόητον.
οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν:
αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
κύκλιον ὠρχήσαντο, χοροῦ δ᾽ ἡγήσατο Θησεύς.
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;
οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
χρειὼ δ᾽ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
χεῖρας ἀποστρέψαντας: Δηλιὰς εὕρετο νύμφη
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
325    ἱστίη νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
χαίροι δ᾽ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (A.W. Mair, 1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: