previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς ἄρ᾽ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
1065μυρομένη, τ᾽ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο
πόντον ἐπιπλάγξεσθαι: ἀνιηρῷ δέ μιν ἄντην
ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς
δεξιτερῆς: δὴ γάρ οἱ ἀπ᾽ ὀφθαλμοὺς λίπεν αἰδώς:
μνώεο δ᾽, ἢν ἄρα δή ποθ᾽ ὑπότροπος οἴκαδ᾽ ἵκηαι,
1070οὔνομα Μηδείης: ὧς δ᾽ αὖτ᾽ ἐγὼ ἀμφὶς ἐόντος
μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις:
νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
1075ἥντινα τήνδ᾽ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν
Πασιφάης, πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.’
ὧς φάτο: τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης
οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα:
καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτ᾽ ἦμαρ
1080σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε
φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν᾽ ἄλλον
Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
ἐξερέω: μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
1085ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,
πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
1090Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.
ἐν δ᾽ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
πολλαὶ ναιετάουσιν, ἵν᾽ οὐδέ περ οὔνομ᾽ ἀκοῦσαι
Αἰαίης νήσου: Μινύην γε μὲν ὁρμηθέντα,
Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
1095δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.
ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ᾽ ἀγορεύω,
ἡμετέρους τε δόμους τηλεκλείτην τ᾽ Ἀριάδνην,
κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ᾽ ἐρεείνεις;
1100αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως
ἀμφ᾽ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.’
ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
τῆς δ᾽ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ:
1105    Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.
Αἰήτης δ᾽ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
Μίνω Πασιφάης πόσιν ἔμμεναι: οὐδ᾽ Ἀριάδνῃ
ἰσοῦμαι: τῶ μήτι φιλοξενίην ἀγόρευε.
ἀλλ᾽ οἶον τύνη μὲν ἐμεῦ, ὅτ᾽ Ἰωλκὸν ἵκηαι,
1110μνώεο: σεῖο δ᾽ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων
μνήσομαι. ἔλθοι δ᾽ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
ἠέ τις ἄγγελος ὄρνις, ὅτ᾽ ἐκλελάθοιο ἐμεῖο:
αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
ἐνθένδ᾽ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
1115ὄφρα σ᾽, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,
μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Commentary references to this page (1):
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 3.568
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: