previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς ἄρ᾽ ἔφη: τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν
295αἴσιον, καὶ πάντες ἐπευφήμησαν ἰδόντες
στέλλεσθαι τήνδ᾽ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη
οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.
γηθόσυνοι δὲ Λύκοιο κατ᾽ αὐτόθι παῖδα λιπόντες
λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο,
300οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν
γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη
μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
Κόλχοι δ᾽ αὖτ᾽ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν:
305ἄλλοι δ᾽ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν
Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
310τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,
στεινὸν δ᾽ αὖτ᾽ ἀγκῶνα ποτὶ ῥόον: ἀμφὶ δὲ δοιαὶ
σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος:
τὴν δ᾽ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν:
315οἱ δ᾽ ὑψοῦ νήσοιο κατ᾽ ἀκροτάτης ἐνέοντο
τηλόθεν. εἱαμενῇσι δ᾽ ἐν ἄσπετα πώεα λεῖπον
ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
320οὔτ᾽ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι,
οὔτ᾽ οὖν Γραυκένιοι, οὔθ᾽ οἱ περὶ Λαύριον ἤδη
Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
αὐτὰρ ἐπεί τ᾽ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα
Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,
325 πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα
βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,
δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ᾽ ἐκπρομολόντες
πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
οἱ δ᾽ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ᾽ ἐπέρησαν
330δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.
τῶν δ᾽ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον:
ἐν̣̣δ᾽ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,
βαῖνον: ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους
αὔτως, ἁζόμενοι κούρην Διός: αἱ δὲ δὴ ἄλλαι
335στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.
ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων
μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.
ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι
παυρότεροι πλεόνεσσιν ὑπείκαθον: ἀλλὰ πάροιθεν
340συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,
κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη
Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,
ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,
εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων:
345αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον--
παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,
εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,
εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,
εἴτε μεθ᾽ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • John Conington, Commentary on Vergil's Aeneid, Volume 1, 2.694
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: