A Pal vi.340
῾Η Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
οἴκῳ ἐν ᾿Αμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
5ἐκ σέθεν ἀρχομένοις ὦ πότνια: κηδόμενοι γὰρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.