previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὕλας


οὐχ ἁμῖν τὸν ῎Ερωτα μόνοις ἔτεχ᾽, ὡς ἐδοκεῦμες,
Νικία, τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
οἳ θνατοὶ πελόμεσθα, τὸ δ᾽ αὔριον οὐκ ἐσορῶμες:
5ἀλλὰ καὶ ὡμφιτρύωνος χαλκεοκάρδιος υἱός,
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
τῶ χαρίεντος ῞Υλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
καί νιν πάντ᾽ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο:
10χωρὶς δ᾽ οὐδέποκ᾽ ἦς, οὔτ᾽ εἰ μέσον ἆμαρ ὄροιτο,
οὔτ᾽ ἄρ᾽ ὅχ᾽ λεύκιππος ἀνατρέχοι ἐς Διὸς ᾿Αώς,
οὐδ᾽ ὁπόκ᾽ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
σεισαμένας πτερὰ ματρὸς ἐπ᾽ αἰθαλόεντι πετεύρῳ,
ὡς αὐτῷ κατὰ θυμὸν παῖς πεποναμένος εἴη,
15αὐτῷ δ᾽ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ᾽ ἀποβαίη.
ἀλλ᾽ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας ᾿Ιήσων
Αἰσονίδας, οἱ δ᾽ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν ᾿Ιωλκόν,
20᾿Αλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
σὺν δ᾽ αὐτῷ κατέβαινεν ῞Υλας εὔεδρον ἐς ᾿Αργώ,
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
ἀλλὰ διεξάιξε--βαθὺν δ᾽ εἰσέδραμε Φᾶσιν--
αἰετὸς ἐς μέγα λαῖτμα: ἀφ᾽ οὗ τότε χοιράδες ἔσταν.
25ἆμος δ᾽ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς ᾿Αργὼ
῾Ελλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
30εἴσω δ᾽ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
ἐκβάντες δ᾽ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
35ἔνθεν βούτομον ὀξὺ βαθύν τ᾽ ἐτάμοντο κύπειρον.
κᾤχεθ᾽ ῞Υλας ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
αὐτῷ θ᾽ ῾Ηρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
40ἡμένῳ ἐν χώρῳ: περὶ δὲ θρύα πολλὰ πεφύκει,
κυάνεόν τε χελιδόνιον χλωρόν τ᾽ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
ὕδατι δ᾽ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
45Εὐνείκα καὶ Μαλὶς ἔαρ θ᾽ ὁρόωσα Νύχεια,
ἤτοι κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
βάψαι ἐπειγόμενος, ταὶ δ᾽ ἐν χερὶ πᾶσαι ἔφυσαν:
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
᾿Αργείῳ ἐπὶ παιδί: κατήριπε δ᾽ ἐς μέλαν ὕδωρ
50ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ᾽ οὐρανοῦ ἤριπεν ἀστὴρ
ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις:
κουφότερ᾽ παῖδες ποιεῖσθ᾽ ὅπλα: πνευστικὸς οὖρος.’
νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντ᾽ ἀγανοῖσι παρεψύχοντ᾽ ἐπέεσσιν.
55᾿Αμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
τρὶς μὲν ῞Υλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός:
τρὶς δ᾽ ἄρ᾽ παῖς ὑπάκουσεν, ἀραιὰ δ᾽ ἵκετο φωνὰ
60ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
ὡς δ᾽ ὁπότ᾽ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα:
῾Ηρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
παῖδα ποθῶν δεδόνητο, πολὺν δ᾽ ἐπελάμβανε χῶρον.
σχέτλιοι οἱ φιλέοντες: ἀλώμενος ὅσσ᾽ ἐμόγησεν
οὔρεα καὶ δρυμούς, τὰ δ᾽ ᾿Ιήσονος ὕστερα πάντ᾽ ἦς.
ναῦς γέμεν ἄρμεν᾽ ἔχοισα μετάρσια τῶν παρεόντων,
ἱστία δ᾽ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
70῾Ηρακλῆα μένοντες. δ᾽ πόδες ἆγον ἐχώρει
μαινόμενος: χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
οὕτω μὲν κάλλιστος ῞Υλας μακάρων ἀμιθρεῖται:
῾Ηρακλέην δ᾽ ἥρωες ἐκερτόμεον λιποναύταν,
οὕνεκεν ἠρώησε τριακοντάζυγον ᾿Αργώ,
75πεζᾷ δ᾽ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: