previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οαριστύς

Κόρη

τὰν πινυτὰν ῾Ελέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.

Δάφνις

μᾶλλον ἑκοῖσ᾽ ῾Ελένα τὸν βουκόλον ἔσχε φιλεῦσα.

Κόρη

μὴ καυχῶ σατυρίσκε: κενὸν τὸ φίλαμα λέγουσιν.

Δάφνις

ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.

Κόρη

5τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.

Δάφνις

πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω.

Κόρη

καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.

Δάφνις

μὴ καυχῶ: τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.

Κόρη

ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω.>

Δάφνις

...

Κόρη

σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται.

Δάφνις

10δεῦρ᾽ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.

Κόρη

οὐκ ἐθέλω: καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.

Δάφνις

δεῦρ᾽ ὑπὸ τὰς πτελέας, ἵν᾽ ἐμᾶς σύριγγος ἀκούσῃς.

Κόρη

τὴν σαυτοῦ φρένα τέρψον: ὀιζύον οὐδὲν ἀρέσκει.

Δάφνις

φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα.

Κόρη

15χαιρέτω Παφία: μόνον ἵλαος ῎Αρτεμις εἴη.

Δάφνις

μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.

Κόρη

βαλλέτω ὡς ἐθέλει: πάλιν ῎Αρτεμις ἄμμιν ἀρήγει.
μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω.

Δάφνις

οὐ φεύγεις τὸν ῎Ερωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.>

Κόρη

20φεύγω ναὶ τὸν Πᾶνα: σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις.

Δάφνις

δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.

Κόρη

πολλοί μ᾽ ἐμνώοντο, νόμον δ᾽ ἐμὸν οὔτις ἀείδει.

Δάφνις

εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδ᾽ ἱκάνω.

Κόρη

καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.

Δάφνις

25οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.

Κόρη

ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.

Δάφνις

μᾶλλον ἀεὶ κρατέουσι: τίνα τρομέουσι γυναῖκες;

Κόρη

ὠδίνειν τρομέω: χαλεπὸν βέλος Εἰλειθυίης.

Δάφνις

ἀλλὰ τεὴ βασίλεια μογοστόκος ῎Αρτεμίς ἐστιν.

Κόρη

30ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.

Δάφνις

ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.

Κόρη

καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;

Δάφνις

πᾶσαν τὰν ἀγέλαν, πάντ᾽ ἄλσεα καὶ νομὸν ἕξεις.

Κόρη

ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.

Δάφνις

35οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι.

Κόρη

τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;

Δάφνις

τεύχω σοι θαλάμους: τὰ δὲ πώεα καλὰ νομεύω.

Κόρη

πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;

Δάφνις

αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομ᾽ ἀκούσῃ.

Κόρη

40οὔνομα σὸν λέγε τῆνο: καὶ οὔνομα πολλάκι τέρπει.

Δάφνις

Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία.

Κόρη

ἐξ εὐηγενέων: ἀλλ᾽ οὐ σέθεν εἰμὶ χερείων.

Δάφνις

οἶδ᾽, ἄκρα τιμίη ἐσσί: πατὴρ δέ τοί ἐστι Μενάλκας.
...


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 572
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: