previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας


Δαμοίτας χὡ Δάφνις βουκόλος εἰς ἕνα χῶρον
τὰν ἀγέλαν πόκ᾽ ῎Αρατε συνάγαγον: ἦς δ᾽ μὲν αὐτῶν
πυρρός, δ᾽ ἡμιγένειος: ἐπὶ κράναν δέ τιν᾽ ἄμφω
ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδ᾽ ἄειδον.
5πρᾶτος δ᾽ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
βάλλει τοι Πολύφαμε τὸ ποίμνιον Γαλάτεια
μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα:
καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
ἁδέα συρίσδων. πάλιν ἅδ᾽ ἴδε τὰν κύνα βάλλει,
10 τοι τᾶν ὀίων ἕπεται σκοπός: δὲ βαΰσδει
εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει
ἅσυχα καχλάζοντα ἐπ᾽ αἰγιαλοῖο θέοισαν.
φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ
ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.
15 δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπ᾽ ἀκάνθας
ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει:
καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον: γὰρ ἔρωτι
πολλάκις Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.
20    τῷ δ᾽ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδ᾽ ἄειδεν.
εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκ᾽ ἔβαλλε,
κοὔ μ᾽ ἔλαθ᾽, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι
ἐς τέλος: αὐτὰρ μάντις Τήλεμος ἔχθρ᾽ ἀγορεύων
ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι.
25ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,
ἀλλ᾽ ἄλλαν τινὰ φαμὶ γυναῖκ᾽ ἔχεν: δ᾽ ἀίοισα
ζαλοῖ μ᾽ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας
οἰστρεῖ παπταίνοισα ποτ᾽ ἄντρά τε καὶ ποτὶ ποίμνας.
σίξα δ᾽ ὑλακτεῖν νιν καὶ τᾷ κυνί: καὶ γὰρ ὅκ᾽ ἤρων
30αὐτᾶς, ἐκνυζεῖτο ποτ᾽ ἰσχία ῥύγχος ἔχοισα.
ταῦτα δ᾽ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ
ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κ᾽ ὀμόσσῃ
αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδ᾽ ἐπὶ νάσω.
καὶ γάρ θην οὐδ᾽ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.
35 γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ μία κώρα,
ὡς παρ᾽ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τ᾽ ὀδόντων
λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον:
40ταῦτα γὰρ γραία με Κοτυταρὶς ἐξεδίδαξε.
πρᾶν ἀμάντεσσι παρ᾽ ῾Ιπποκίωνι ποταύλει.
τόσσ᾽ εἰπὼν τὸν Δάφνιν Δαμοίτας ἐφίλησε,
χὡ μὲν τῷ σύριγγ᾽, δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις βούτας,
45ὠρχεῦντ᾽ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δ᾽ ἐγένοντο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: