previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] πρὸς γὰρ δὴ Καρχηδονίους Ῥωμαίοις πρῶτος ἐγένετο πόλεμος ἔκδημος περὶ Σικελίας ἐν αὐτῇ Σικελίᾳ, καὶ δεύτερος ὅδε περὶ Ἰβηρίας ἐν Ἰβηρίᾳ, ἐν καὶ ἐς τὴν ἀλλήλων μεγάλοις στρατοῖς διαπλέοντες οἱ μὲν τὴν Ἰταλίαν, οἱ δὲ τὴν Λιβύην ἐπόρθουν. ἤρξαντο δὲ αὐτοῦ μεθ᾽ ἑκατὸν καὶ τεσσαράκοντα ὀλυμπιάδας μάλιστα, ὅτε τὰς σπονδὰς ἔλυσαν αἳ ἐπὶ τῷ Σικελικῷ πολέμῳ σφίσιν ἦσαν γενόμεναι. ἔλυσαν δ᾽ ἐκ τοιᾶσδε προφάσεως.

Ἀμίλχαρ Βάρκας ἐπίκλησιν, ὅτε περ ἐν Σικελίᾳ Καρχηδονίων ἐστρατήγει, Κελτοῖς τότε μισθοφοροῦσίν οἱ καὶ Λιβύων τοῖς συμμαχοῦσι πολλὰς δωρεὰς ὑπέσχητο δώσειν, ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων Λιβυκὸς Καρχηδονίοις ἐξῆπτο πόλεμος, ἐν πολλὰ μὲν πρὸς αὐτῶν Λιβύων ἔπαθον οἱ Καρχηδόνιοι, Σαρδόνα δὲ Ῥωμαίοις ἔδοσαν ποινὴν ὧν ἐς τοὺς ἐμπόρους αὐτῶν ἡμαρτήκεσαν ἐν τῷδε τῷ Λιβυκῷ πολέμῳ. ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος Ἀσδρούβας τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπ᾽ αὐτοὺς αἱρεθῆναι μετ᾽ Ἄννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: