[29]
λοιποὶ δ᾽ εἰσὶ τῆς ὑπὸ Ῥωμαίων νομιζομένης Ἰλλυρίδος εἶναι πρὸ μὲν Παιόνων Ῥαιτοὶ καὶ Νωρικοί, μετὰ Παίονας δὲ Μυσοὶ ἕως ἐπὶ τὸν Εὔξεινον Πόντον. Ῥαιτοὺς μὲν οὖν καὶ Νωρικοὺς ἡγοῦμαι Γάιον Καίσαρα πολεμοῦντα Κελτοῖς ἐπιλαβεῖν, ἢ τὸν Σεβαστὸν χειρούμενον Παίονας: ἐν μέσῳ γάρ εἰσιν ἀμφοτέρων, καὶ οὐδὲν ηὗρον ἴδιον ἐς Ῥαιτοὺς ἢ Νωρικοὺς γενόμενον: ὅθεν μοι δοκοῦσι τοῖς ἑτέροις τῶν γειτόνων συναλῶναι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.