Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ τοῦ Πόντου τὸ στόμα, ᾗ στενώτατός ἐστιν ἐς Θρᾴκην ὁ διάπλους, οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ δὲ περάσαντας ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρ᾽ ὃν ᾤκουν, ὀνομάσαι, ἢ καὶ τὸ ὄνομα αὐτοῖς ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν διαφερούσης. ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.