[70]
ἀρχομένου δ᾽ ἦρος ἀπόπειραν τοῦ ναυτικοῦ ποιησάμενος, ἔθυε τῷ στρατίῳ Διὶ τὴν συνήθη θυσίαν, καὶ Ποσειδῶνι λευκῶν ἵππων ἅρμα καθεὶς ἐς τὸ πέλαγος ἐπὶ Παφλαγονίας ἠπείγετο, στρατηγούντων αὐτῷ Ταξίλου τε καὶ Ἑρμοκράτους. ὡς δ᾽ ἀφίκετο, ἐδημηγόρησε τῷ στρατῷ περί τε τῶν προγόνων μάλα σεμνολόγως καὶ περὶ αὑτοῦ μεγαληγόρως, ὅτι τὴν ἀρχὴν ἐκ βραχέος ἐπὶ πλεῖστον προαγαγὼν οὔποτε Ῥωμαίων ἡττηθείη παρών. εἶτα κατηγόρησεν αὐτῶν ἐς πλεονεξίαν καὶ ἀμετρίαν, ὑφ᾽ ἧς, ἔφη, καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτὴν δεδούλωνται. καὶ τὰς γενομένας οἱ τελευταίας συνθήκας ἐπέφερεν ὡς οὐκ ἐθέλουσιν ἀναγράψασθαι, καιροφυλακοῦντες αὖθις ἐπιθέσθαι. καὶ τοῦτο αἴτιον τοῦ πολέμου τιθέμενος, ἐπῆγε τὴν ἑαυτοῦ στρατιὰν ὅλην καὶ παρασκευήν, καὶ Ῥωμαίων ἀσχολίαν πολεμουμένων ὑπὸ Σερτωρίου κατὰ κράτος ἐν Ἰβηρίᾳ καὶ στασιαζόντων ἐς ἀλλήλους ἀνὰ τὴν Ἰταλίαν. ‘διὸ καὶ τῆς θαλάσσης,’ ἔφη, ‘καταφρονοῦσι λῃστευομένης πολὺν ἤδη χρόνον, καὶ σύμμαχος αὐτοῖς οὐδείς ἐστιν, οὐδ᾽ ὑπήκοος ἑκούσιος ἔτι. οὐχ ὁρᾶτε δ᾽ αὐτῶν,’ ἔφη, ‘καὶ τοὺς ἀρίστους,’ ἐπιδεικνὺς Οὐάριόν τε καὶ τοὺς Λευκίους, ‘πολευίους μὲν ὄντας τῇ πατρίδι, συμμάχους δ᾽ ἡμῖν;’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.