[80]
Λεύκολλος δὲ τὴν κάθοδον τὴν ἐς τὸ πεδίον ἱπποκρατούντων τῶν πολεμίων ἐκτρεπόμενος, καὶ περίοδον ἑτέραν οὐχ ὁρῶν, ηὗρεν ἐν σπηλαίῳ κυνηγὸν ὀρείων ἀτραπῶν ἐπιστήμονα, ᾧ χρώμενος ἡγεμόνι κατὰ ὁδοὺς ἀτριβεῖς περιῆλθεν ὑπὲρ κεφαλῆς τοῦ Μιθριδάτου, καὶ κατῄει μὲν ἐκκλίνας καὶ τότε τὸ πεδίον διὰ τοὺς ἵππους, χαράδραν δὲ ὕδατος ἐν προβολῇ θέμενος ἐστρατοπέδευσεν. ἀπορῶν δ᾽ ἀγορᾶς ἐς Καππαδοκίαν ἔπεμπεν ἐπὶ σῖτον, καὶ ἐς τοὺς πολεμίους ἠκροβολίζετο, μέχρι, φευγόντων ποτὲ τῶν βασιλικῶν, ὁ Μιθριδάτης ἀπὸ τοῦ χάρακος ἐπιδραμὼν καὶ ἐπιπλήξας ἐπέστρεφεν αὐτούς, καὶ Ῥωμαίους οὕτω κατεφόβησεν ὡς ἄνω διὰ τῶν ὀρῶν φεύγοντας οὐδ᾽ ἀποστάντων αἰσθέσθαι τῶν πολεμίων ἐς πολύ, ἀλλ᾽ ἕκαστον ἡγεῖσθαι τὸν συμφεύγοντά οἱ καὶ ἐπιόντα ὄπισθεν εἶναι πολέμιον: οὕτω πάνυ κατεπεπλήγεσαν. καὶ ὁ Μιθριδάτης περὶ τῆσδε τῆς νίκης πανταχοῦ γράφων περιέπεμπεν. τῶν δ᾽ ἱππέων πολὺ μέρος, καὶ μάλιστα δὴ τὸ μαχιμώτατον, ἐφεδρεύειν ἔταξε τοῖς ἐκ τῆς Καππαδοκίας τὴν ἀγορὰν τῷ Λευκόλλῳ φέρουσιν, ἐλπίζων ἐν ἀπορίᾳ τροφῶν αὐτὸν γενόμενον πείσεσθαι οἷον αὐτὸς ἔπαθε περὶ Κύζικον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.